25
Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσεις. οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν προτρεπόμενον μυηθῆναι, Γελοῖον, εἶπεν, ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς ὁσίοις τῶν ἐν ᾄδου καλῶν, Ἀγησίλαον δὲ καὶ Ἐπαμεινώνδαν ἐν τῷ βορβόρῳ κείσεσθαι. τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, ὡς ἐμαυτὸν πείθω, μείζονος, ὁποίας ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν· νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι. φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ’ ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος. ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ συνιεὶς ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ Ἀθηναῖον, εἰ καὶ μὴ φύσει, τῷ νόμῳ γε γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ μυηθῆναι, νομίζων αὑτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ’ οὐ ταῖς τὰ μέρη κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων· αὑτόν τε οὐκ ἐπανήγαγεν, ὅθεν ἄσμενος ἠλευθέρωτο. τί δ’ ἦν τοῦτο; τὸ πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ, ὅπερ ἦν ἀνάγκη παθεῖν Ἀθηναίῳ γενομένῳ. πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν ἕνεκεν εἰς Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης· φησὶ γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ’ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς φιλοσοφίαν ἐγένετο· παριέναι τῶν ἀνακτόρων εἴσω καὶ μάλα ἀσμένως, εἰ μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι πολιτείας; ἀλλὰ διὰ τί μὴ ταύτην αὐτὴν εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; ἴσως μὲν ἄν τις τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος. οὔτε γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς τοὺς πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. φανερὰ δὲ ὅμως ἐστὶ καὶ τούτων ἡ αἰτία. κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος, ἐπὶ δὲ τῷ μεμυῆσθαι μέγα φρονοῦντα τὸν παραινοῦντα αὐτῷ τοιαῦτα, σωφρονίζων ἅμα καὶ διδάσκων αὐτόν, ὅτι τοῖς μέν, οἷς ἀξίως τοῦ μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ τὰς ἀμοιβὰς ἀκεραίους φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν εἰσφρήσωσι περιβόλων. ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, ὅστις χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή, τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι;