Thesauros Literature rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
4 εἰ μὲν οὖν καὶ τῷ κυνὶ προσήκει ταύτης τῆς δουλείας, λεγέτω, γραφέτω, παραχωρείτω τῆς μυθολογίας αὐτῷ πᾶς ὁστισοῦν, εἰ δὲ μόνος εἶναί φησιν ἐλεύθερος, ἐπὶ τί χρήσεται τοῖς μύθοις, οὐκ οἶδα. πότερον ἵνα τὸ πικρὸν καὶ δάκνον τῆς συμβουλῆς ἡδονῇ καὶ χάριτι κεράσας ἅμα τε ὀνήσῃ καὶ ἀποφύγῃ τὸ προσλαβεῖν τι παρὰ τοῦ ὀνιναμένου κακόν; ἀλλὰ τοῦτό ἐστι λίαν δουλοπρεπές. ἀλλ’ ἄμεινον ἄν τις διδαχθείη μὴ τὰ πράγματα ἀκούων αὐτὰ μηδὲ τὰ ἐπ’ αὐτοῖς ὀνόματα κατὰ τὸν κωμικὸν τὴν σκάφην σκάφην λέγοντα; ἀλλ’ ἀντὶ τοῦ μὲν δεῖνος τὸν Φαέθοντα τί δέον ὀνομάσαι; τί δὲ χραίνειν οὐκ εὐαγῶς τὴν ἐπωνυμίαν τοῦ βασιλέως Ἡλίου; τίς δὲ ὁ Πὰν καὶ τίς ὁ Ζεὺς τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων ἄξιος καλεῖσθαι, ἵν’ ἐκεῖθεν ἐπ’ αὐτοὺς μεταθῶμεν ἡμῶν τὰς διανοίας; καίτοι, εἰ καὶ τοῦτο οἷόν τε ἦν, ἄμεινον ἦν αὐτοὺς ὀνομάσαι τοὺς ἀνθρώπους. ἦ γὰρ οὐχ οὕτω κρεῖττον ἦν εἰπεῖν ἀνθρωπικὰ θεμένους ὀνόματα; μᾶλλον δὲ οὐδὲ θεμένους, ἤρκει γὰρ ὅσαπερ ἡμῖν οἱ γονεῖς ἔθεντο. ἀλλ’ εἰ μήτε μαθεῖν ἐστι ῥᾷον διὰ τοῦ πλάσματος μήτε τῷ Κυνικῷ πρέπον πλάττειν τὰ τοιαῦτα, τοῦ χάριν οὐκ ἐφεισάμεθα τοῦ πολυτελοῦς ἀναλώματος, πρὸς δὲ δὴ καὶ ἐφθείραμεν τὸν χρόνον πλάττοντες καὶ συντιθέντες μυθάρια, εἶτα λογογραφοῦντες καὶ ἐκμανθάνοντες;
4 Ἀλλ’ ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν, ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ οὕτω γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις· ἐκεῖνο γὰρ ἀφίημι τέως, ὅτι τῷ Κυνικῷ τὸ νόμισμα παραχαράττοντι τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν οἴκοθεν, ἀλλ’ οὐ μανθάνειν ἔξωθεν. εἰ δ’ Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγελλε, μήτι τοῦτό σε ἐξαπατάτω· καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διαλέξομαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme