8
Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; τί δέ; οὐχὶ καὶ Ἰσθμίοις τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. εἰ δ’ οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ μὰ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. ἀλλ’ ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ’ ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν ὑπὸ τῶν σῶν ῥημάτων πρῴην ἐξανέστην. τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη.
8
Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν ἐκέλευε παρ’ ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ’ ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. ἃ δὲ πρὸς Ἀρχίδαμον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν; οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν ὁ Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις. ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ’ ᾠήθη δεῖν ἐκλιπεῖν· ἐπέπειστο γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ μάτην οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ.