Thesauros Literature rhetoric Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν Julian Emperor of Rome 331-363
13 Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο. τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ ἀπόρρητα μυστήρια. καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι’ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ’ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme