Thesauros Literature rhetoric Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν Julian Emperor of Rome 331-363
2 μαθόντες γὰρ τὸν χρησμὸν στέλλουσιν οἱ τῆς θεοφιλοῦς οἰκήτορες Ῥώμης πρεσβείαν αἰτήσουσαν παρὰ τῶν Περγάμου βασιλέων, οἳ τότε ἐκράτουν τῆς Φρυγίας, καὶ παρ’ αὐτῶν δὲ τῶν Φρυγῶν τῆς θεοῦ τὸ ἁγιώτατον ἄγαλμα. λαβόντες δὲ ἦγον τὸν ἱερὸν φόρτον ἐνθέντες εὐρείᾳ φορτίδι πλεῖν εὐπετῶς δυναμένῃ τὰ τοσαῦτα πελάγη. περαιωθεῖσα δὲ Αἴγαιόν τε καὶ Ἰόνιον, εἶτα περιπλεύσασα Σικελίαν τε καὶ τὸ Τυρρηνὸν πέλαγος ἐπὶ τὰς ἐκβολὰς τοῦ Τύβριδος κατήγετο· καὶ δῆμος ἐξεχεῖτο τῆς πόλεως σὺν τῇ γερουσίᾳ, ὑπήντων γε μὴν πρὸ τῶν ἄλλων ἱερεῖς τε καὶ ἱέρειαι πᾶσαι καὶ πάντες ἐν κόσμῳ τῷ πρέποντι κατὰ τὰ πάτρια, μετέωροι πρὸς τὴν ναῦν οὐριοδρομοῦσαν ἀποβλέποντες, καὶ περὶ τὴν τρόπιν ἀπεσκόπουν τὸ ῥόθιον σχιζομένων τῶν κυμάτων· εἶτα εἰσπλέουσαν ἐδεξιοῦντο τὴν ναῦν προσκυνοῦντες ἕκαστος ὡς ἔτυχε προσεστὼς πόρρωθεν. ἡ δὲ ὥσπερ ἐνδείξασθαι τῷ Ῥωμαίων ἐθέλουσα δήμῳ, ὅτι μὴ ξόανον ἄγουσιν ἀπὸ τῆς Φρυγίας ἄψυχον, ἔχει δὲ ἄρα δύναμίν τινα μείζω καὶ θειοτέραν ὃ δὴ παρὰ τῶν Φρυγῶν λαβόντες ἔφερον, ἐπειδὴ τοῦ Τύβριδος ἥψατο, τὴν ναῦν ἵστησιν ὥσπερ ῥιζωθεῖσαν ἐξαίφνης κατὰ τοῦ Τύβριδος. εἷλκον δὴ οὖν πρὸς ἀντίον τὸν ῥοῦν, ἡ δὲ οὐχ εἵπετο. ὡς βραχέσι δὲ ἐντετυχηκότες ὠθεῖν ἐπειρῶντο τὴν ναῦν, ἡ δὲ οὐκ εἶκεν ὠθούντων. πᾶσα δὲ μηχανὴ προσήγετο τὸ ἐντεῦθεν, ἡ δὲ οὐχ ἧττον ἀμετακίνητος ἦν· ὥστε ἐμπίπτει κατὰ τῆς ἱερωμένης τὴν παναγεστάτην ἱερωσύνην παρθένου δεινὴ καὶ ἄδικος ὑποψία, καὶ τὴν Κλωδίαν ᾐτιῶντο· τοῦτο γὰρ ὄνομα ἦν τῇ σεμνῇ παρθένῳ· μὴ παντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ· ὀργίζεσθαι οὖν αὐτὴν καὶ μηνίειν ἐμφανῶς· ἐδόκει γὰρ ἤδη τοῖς πᾶσιν εἶναι τὸ χρῆμα δαιμονιώτερον. ἡ δὲ τὸ μὲν πρῶτον αἰδοῦς ὑπεπίμηπλατο πρός τε τὸ ὄνομα καὶ τὴν ὑποψίαν· οὕτω πάνυ πόρρω ἐτύγχανε τῆς αἰσχρᾶς καὶ παρανόμου πράξεως. ἐπεὶ δὲ ἑώρα τὴν αἰτίαν ἤδη καθ’ ἑαυτῆς ἐξισχύουσαν, περιελοῦσα τὴν ζώνην καὶ περιθεῖσα τῆς νεὼς τοῖς ἄκροις, ὥσπερ ἐξ ἐπιπνοίας τινὸς ἀποχωρεῖν ἐκέλευεν ἅπαντας, εἶτα ἐδεῖτο τῆς θεοῦ μὴ περιιδεῖν αὐτὴν ἀδίκοις ἐνεχομένην βλασφημίαις. βοῶσα δὲ ὥσπερ τι κέλευσμα, φασί, ναυτικόν, Δέσποινα Μῆτερ εἴπερ εἰμὶ σώφρων, ἕπου μοι, ἔφη. καὶ δὴ τὴν ναῦν οὐκ ἐκίνησε μόνον, ἀλλὰ καὶ εἵλκυσεν ἐπὶ πολὺ πρὸς τὸν ῥοῦν· καὶ δύο ταῦτα Ῥωμαίοις ἔδειξεν ἡ θεὸς οἶμαι κατ’ ἐκείνην τὴν ἡμέραν. ὡς οὔτε μικροῦ τινος τίμιον ἀπὸ τῆς Φρυγίας ἐπήγοντο φόρτον, ἀλλὰ τοῦ παντὸς ἄξιον, οὔτε ὡς ἀνθρώπινον τοῦτον, ἀλλὰ ὄντως θεῖον, οὔτε ἄψυχον γῆν, ἀλλὰ ἔμπνουν τι χρῆμα καὶ δαιμόνιον. ἓν μὲν δὴ τοιοῦτον ἔδειξεν αὐτοῖς ἡ θεός· ἕτερον δέ, ὡς τῶν πολιτῶν οὐδὲ εἷς λάθοι ἂν αὐτὴν χρηστὸς ἢ φαῦλος ὤν. κατωρθώθη μέντοι καὶ ὁ πόλεμος αὐτίκα Ῥωμαίοις πρὸς Καρχηδονίους, ὥστε τὸν τρίτον ὑπὲρ τῶν τειχῶν αὐτῆς μόνον Καρχηδόνος γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme