Thesauros Literature rhetoric Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν

Εἰς τὴν μητέρα τῶν θεῶν Julian Emperor of Rome 331-363
5 οὐκοῦν ἐπειδὴ δέδοταί τις καὶ τῶν ἐνύλων εἰδῶν αἰτία προηγουμένη παντελῶς ἄυλος ὑπὸ τὸν τρίτον δημιουργόν, ὃς ἡμῖν οὐ τούτων μόνον ἐστίν, ἀλλὰ καὶ τοῦ φαινομένου καὶ πέμπτου σώματος πατὴρ καὶ δεσπότης· ἀποδιελόντες ἐκείνου τὸν Ἄττιν, τὴν ἄχρι τῆς ὕλης καταβαίνουσαν αἰτίαν, καὶ θεὸν γόνιμον Ἄττιν εἶναι καὶ Γάλλον πεπιστεύκαμεν, ὃν δή φησιν ὁ μῦθος ἀνθῆσαι μὲν ἐκτεθέντα παρὰ Γάλλου ποταμοῦ ταῖς δίναις, εἶτα καλὸν φανέντα καὶ μέγαν ἀγαπηθῆναι παρὰ τῆς Μητρὸς τῶν θεῶν. τὴν δὲ τά τε ἄλλα πάντα ἐπιτρέψαι αὐτῷ καὶ τὸν ἀστερωτὸν περιθεῖναι πῖλον. ἀλλ’ εἰ τὴν κορυφὴν σκέπει τοῦ Ἄττιδος ὁ φαινόμενος οὐρανὸς οὑτοσί, τὸν Γάλλον ποταμὸν ἄρα μή ποτε χρὴ τὸν γαλαξίαν αἰνίττεσθαι κύκλον; ἐνταῦθα γάρ φασι μίγνυσθαι τὸ παθητὸν σῶμα πρὸς τὴν ἀπαθῆ τοῦ πέμπτου κυκλοφορίαν. ἄχρι τοι τούτων ἐπέτρεψεν ἡ Μήτηρ τῶν θεῶν σκιρτᾶν τε καὶ χορεύειν τῷ καλῷ τούτῳ καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐμφερεῖ τῷ νοερῷ θεῷ, τῷ Ἄττιδι. ὁ δὲ ἐπειδὴ προϊὼν ἦλθεν ἄχρι τῶν ἐσχάτων, ὁ μῦθος αὐτὸν εἰς τὸ ἄντρον κατελθεῖν ἔφη καὶ συγγενέσθαι τῇ νύμφῃ, τὸ δίυγρον αἰνιττόμενος τῆς ὕλης· καὶ οὐδὲ τὴν ὕλην αὐτὴν νῦν ἔφη, τὴν τελευταίαν δὲ αἰτίαν ἀσώματον, ἣ τῆς ὕλης προϋφέστηκε. λέγεταί τοι καὶ πρὸς Ἡρακλείτου ψυχῇσιν θάνατος ὑγρῇσι γενέσθαι· τοῦτον οὖν τὸν Γάλλον, τὸν νοερὸν θεόν, τὸν τῶν ἐνύλων καὶ ὑπὸ σελήνην εἰδῶν συνοχέα, τῇ προτεταγμένῃ τῆς ὕλης αἰτίᾳ συνιόντα, συνιόντα δὲ οὐχ ὡς ἄλλον ἄλλῃ, ἀλλ’ οἷον αὐτὸ εἰς ἑαυτὸ λέγομεν ὑποφερόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme