Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
11 φαίνονται μὲν δὴ καὶ οὗτοι διμερῆ τὴν φιλοσοφίαν νομίσαντες ὥσπερ ὁ Ἀριστοτέλης καὶ Πλάτων, θεωρηματικήν τε καὶ πρακτικήν, αὐτὸ τοῦτο συνέντες δηλονότι καὶ νοήσαντες, ὡς οἰκεῖόν ἐστιν ἄνθρωπος φύσει πράξει καὶ ἐπιστήμῃ. εἰ δὲ τῆς φυσικῆς τὴν θεωρίαν ἐξέκλιναν, οὐδὲν τοῦτο πρὸς τὸν λόγον. ἐπεὶ καὶ Σωκράτης καὶ πλείονες ἄλλοι θεωρίᾳ μὲν φαίνονται χρησάμενοι πολλῇ, ταύτῃ δὲ οὐκ ἄλλου χάριν, ἀλλὰ τῆς πράξεως· ἐπεὶ καὶ τὸ ἑαυτὸν γνῶναι τοῦτο ἐνόμισαν, τὸ μαθεῖν ἀκριβῶς, τί μὲν ἀποδοτέον ψυχῇ, τί δὲ σώματι· ἀπέδοσαν δὲ εἰκότως ἡγεμονίαν μὲν τῇ ψυχῇ, ὑπηρεσίαν δὲ τῷ σώματι. φαίνονται δὴ οὖν ἀρετὴν ἐπιτηδεύσαντες, ἐγκράτειαν, ἀτυφίαν, ἐλευθερίαν, ἔξω γενόμενοι παντὸς φθόνου, δειλίας, δεισιδαιμονίας. ἀλλ’ οὐχ ἡμεῖς ταῦτα ὑπὲρ αὐτῶν διανοούμεθα, παίζειν δὲ αὐτοὺς καὶ κυβεύειν περὶ τοῖς φιλτάτοις ὑπολαμβάνομεν, οὕτως ὑπεριδόντας τοῦ σώματος, ώς ὁ Σωκράτης ἔφη λέγων ὀρθῶς μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν. τοῦτο ἐκεῖνοι καθ’ ἑκάστην ἡμέραν ἐπιτηδεύοντες οὐ ζηλωτοὶ μᾶλλον ἡμῖν, ἄθλιοι δέ τινες καὶ παντελῶς ἀνόητοι δοκοῦσιν· ἀνθ’ ὅτου δὲ τοὺς πόνους ὑπέμειναν τούτους; οὐχ ὡς αὐτὸς εἶπας, κενοδοξίας ἕνεκα. καὶ γὰρ πῶς ὑπὸ τῶν ἄλλων ἐπῃνοῦντο ὠμὰ προσφερόμενοι σαρκία; καίτοι οὐδὲ αὐτὸς ἐπαινέτης εἶ. τοῦ γοῦν τοιούτου τρίβωνα καὶ τὴν κόμην, ὥσπερ αἱ γραφαὶ τῶν ἀνδρῶν, ἀπομιμούμενος εἶθ’ ὃ μηδὲ αὐτὸς ἀξιάγαστον ὑπολαμβάνεις, τοῦτο εὐδοκιμεῖν οἴει παρὰ τῷ πλήθει; καὶ εἷς μὲν ἢ δεύτερος ἐπῄνει τότε, πλεῖν δ’ οὖν ἢ δέκα μυριάδες ὑπὸ τῆς ναυτίας καὶ βδελυρίας διεστράφησαν τὸν στόμαχον καὶ ἀπόσιτοι γεγόνασιν, ἄχρις αὐτοὺς οἱ θεράποντες ἀνέλαβον ὀσμαῖς καὶ μύροις καὶ πέμμασιν. οὕτως ὁ κλεινὸς ἥρως ἔργῳ κατεπλήξατο γελοίῳ μὲν ἀνθρώποις τοιούτοις, Οἷοι νῦν βροτοί εἰσιν, οὐκ ἀγεννεῖ δέ, μὰ τοὺς θεούς, εἴ τις αὐτὸ κατὰ τὴν Διογένους ἐξηγήσαιτο σύνεσιν. ὅπερ γὰρ ὁ Σωκράτης ὑπὲρ αὑτοῦ φησιν, ὅτι τῷ θεῷ νομίζων λατρείαν ἐκτελεῖν ἐν τῷ τὸν δοθέντα χρησμὸν ὑπὲρ αὐτοῦ κατὰ πάντα σκοπῶν ἐξετάζειν τὸν ἐλεγκτικὸν ἠσπάσατο βίον, τοῦτο καὶ Διογένης οἶμαι συνειδὼς ἑαυτῷ, πυθόχρηστον οὖσαν τὴν φιλοσοφίαν, ἔργοις ᾤετο δεῖν ἐξελέγχειν πάντα καὶ μὴ δόξαις ἄλλων, τυχὸν μὲν ἀληθέσι, τυχὸν δὲ ψευδέσι προσπεπονθέναι. οὔκουν οὐδὲ εἴ τι Πυθαγόρας ἔφη, οὐδὲ εἴ τις ἄλλος τῷ Πυθαγόρᾳ παραπλήσιος, ἀξιόπιστος ἐδόκει τῷ Διογένει. τὸν γὰρ θεόν, ἀνθρώπων δὲ οὐδένα τῆς φιλοσοφίας ἀρχηγὸν ἐπεποίητο. τί δῆτα τοῦτο, ἐρεῖς, πρὸς τὴν τοῦ πολύποδος ἐδωδήν; ἐγώ σοι φράσω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme