13
Τῆς Κυνικῆς δὲ φιλοσοφίας σκοπὸς μέν ἐστι καὶ τέλος, ὥσπερ δὴ καὶ πάσης φιλοσοφίας, τὸ εὐδαιμονεῖν, τὸ δὲ εὐδαιμονεῖν ἐν τῷ ζῆν κατὰ φύσιν, ἀλλὰ μὴ πρὸς τὰς τῶν πολλῶν δόξας. ἐπεὶ καὶ τοῖς φυτοῖς εὖ πράττειν συμβαίνει καὶ μέντοι καὶ ζῴοις πᾶσιν, ὅταν τοῦ κατὰ φύσιν ἕκαστον ἀνεμποδίστως τυγχάνῃ τέλους· ἀλλὰ καὶ ἐν τοῖς θεοῖς τοῦτό ἐστιν εὐδαιμονίας ὅρος, τὸ ἔχειν αὐτοὺς ὥσπερ πεφύκασι καὶ ἑαυτῶν εἶναι. οὐκοῦν καὶ τοῖς ἀνθρώποις οὐχ ἑτέρωθί που τὴν εὐδαιμονίαν ἀποκεκρυμμένην προσήκει πολυπραγμονεῖν· οὐδὲ ἀετὸς οὐδὲ πλάτανος οὐδὲ ἄλλο τι τῶν ὄντων ζῴων ἢ φυτῶν χρυσᾶ περιεργάζεται πτερὰ καὶ φύλλα, οὐδὲ ὅπως ἀργυροῦς ἕξει τοὺς βλαστοὺς ἢ τὰ πλῆκτρα καὶ κέντρα σιδηρᾶ, μᾶλλον δὲ ἀδαμάντινα, ἀλλ’ οἷς αὐτὰ ἐξ ἀρχῆς ἡ φύσις ἐκόσμησε, ταῦτα εἰ ῥωμαλέα καὶ πρὸς τάχος αὐτοῖς ἢ πρὸς ἀλκὴν ὑπουργοῦντα προσγένοιτο, μάλιστα ἂν εὖ πράττειν νομίζοι καὶ εὐθηνεῖσθαι. πῶς οὖν οὐ γελοῖον, εἴ τις ἄνθρωπος γεγονὼς ἔξω που τὴν εὐδαιμονίαν περιεργάσαιτο, πλοῦτον καὶ γένος καὶ φίλων δύναμιν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα τοῦ παντὸς ἄξια νομίζων; εἰ μὲν οὖν ἡμῖν ἡ φύσις ὥσπερ τοῖς ζῴοις αὐτὸ τοῦτο ἀπέδωκε μόνον, τὸ σώματα καὶ ψυχὰς ἔχειν ἐκείνοις παραπλησίας, ὥστε μηδὲν πλέον πολυπραγμονεῖν, ἤρκει λοιπόν, ὥσπερ τὰ λοιπὰ ζῷα, τοῖς σωματικοῖς ἀρκεῖσθαι πλεονεκτήμασιν, ἐνταῦθά που τὸ εὐδαιμονεῖν πολυπραγμονοῦσιν. ἐπεὶ δὲ ἡμῖν οὐδέν τι παραπλησία ψυχὴ τοῖς ἄλλοις ἐνέσπαρται ζῴοις, ἀλλ’ εἴτε κατ’ οὐσίαν διαφέρουσα εἴτε οὐσίᾳ μὲν ἀδιάφορος, ἐνεργείᾳ δὲ μόνῃ κρείττων, ὥσπερ οἶμαι τὸ καθαρὸν ἤδη χρυσίον τοῦ συμπεφυρμένου τῇ ψάμμῳ· λέγεται γὰρ καὶ οὗτος ὁ λόγος περὶ τῆς ψυχῆς ὡς ἀληθὴς ὑπό τινων· ἡμεῖς δὴ οὖν ἐπειδὴ σύνισμεν αὑτοῖς οὖσι τῶν ζῴων ξυνετωτέροις· κατὰ γὰρ τὸν Πρωταγόρου μῦθον ἐκείνοις μὲν ἡ φύσις ὥσπερ μήτηρ ἄγαν φιλοτίμως καὶ μεγαλοδώρως προσηνέχθη, ἡμῖν δὲ ἀντὶ πάντων ἐκ Διὸς ὁ νοῦς ἐδόθη· τὴν εὐδαιμονίαν ἐνταῦθα θετέον, ἐν τῷ κρατίστῳ καὶ σπουδαιοτάτῳ τῶν ἐν ἡμῖν.