14
Σκόπει δή, ταύτης εἰ μὴ μάλιστα τῆς προαιρέσεως ἦν Διογένης, ὃς τὸ μὲν σῶμα τοῖς πόνοις ἀνέδην παρεῖχεν, ἵνα αὐτὸ τῆς φύσεως ῥωμαλεώτερον καταστήσῃ, πράττειν δὲ ἠξίου μόνον ὁπόσα ἂν φανῇ τῷ λόγῳ πρακτέα, τοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ θορύβους, οἷα πολλάκις ἡμᾶς ἀναγκάζει τουτὶ τὸ περικείμενον αὐτοῦ χάριν πολυπραγμονεῖν, οὐδὲ ἐν μέρει προσίετο. ὑπὸ δὲ ταύτης τῆς ἀσκήσεως ὁ ἀνὴρ οὕτω μὲν ἔσχεν ἀνδρεῖον τὸ σῶμα ὡς οὐδεὶς οἶμαι τῶν τοὺς στεφανίτας ἀγωνισαμένων, οὕτω δὲ διετέθη τὴν ψυχήν, ὥστε εὐδαιμονεῖν, ὥστε βασιλεύειν οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον, ὡς οἱ τότε εἰώθεσαν λέγειν Ἕλληνες, τοῦ μεγάλου βασιλέως, τὸν Πέρσην λέγοντες. ἆρά σοι μικρὰ φαίνεται ἀνὴρ Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, οὐκ ὀβολόν, οὐ δραχμήν, ἔχων οὐδ’ οἰκέτην, ἀλλ’ οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν οὐδὲ τῶν θεῶν φησιν εἰς εὐδαιμονίας λόγον ἐλαττοῦσθαι, πρὸς μὲν τοὺς θεοὺς οὐκ ἐρίζων, τοῦ δοκοῦντος δὲ τοῖς ἀνθρώποις εὐδαιμονεστάτου εὐδαιμονέστερον ζῶν καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον. εἰ δὲ ἀπιστεῖς, ἔργῳ πειραθεὶς ἐκείνου τοῦ βίου καὶ οὐ τῷ λόγῳ αἰσθήσῃ.
14
Φέρε δὴ πρῶτον αὐτὸν διὰ τῶν λόγων ἐλέγξωμεν.