15
ἆρά σοι δοκεῖ τῶν πάντων ἀγαθῶν ἀνθρώποις ἡγεῖσθαι, τούτων δὴ τῶν πολυθρυλήτων, ἐλευθερίαν; πῶς γὰρ οὐ φήσεις; ἐπεὶ καὶ τὰ χρήματα καὶ πλοῦτος καὶ γένος καὶ σώματος ἰσχὺς καὶ κάλλος καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα δίχα τῆς ἐλευθερίας οὐ τοῦ δοκοῦντος ηὐτυχηκέναι, τοῦ κτησαμένου δὲ αὐτόν ἐστιν ἀγαθά; τίνα οὖν ὑπολαμβάνομεν τὸν δοῦλον; ἆρα μή ποτε ἐκεῖνον, ὃν ἂν πριώμεθα δραχμῶν ἀργυρίου τόσων ἢ μναῖν δυοῖν ἢ χρυσίου στατήρων δέκα; ἐρεῖς δήπουθεν τοῦτον εἶναι ἀληθῶς δοῦλον. ἆρα δι’ αὐτὸ τοῦτο, ὅτι τὸ ἀργύριον ὑπὲρ αὐτοῦ τῷ πωλοῦντι καταβεβλήκαμεν; οὕτω μεντἂν εἶεν οἰκέται καὶ ὁπόσους τῶν αἰχμαλώτων λυτρούμεθα. καίτοι καὶ οἱ νόμοι τούτοις ἀποδεδώκασι τὴν ἐλευθερίαν σωθεῖσιν οἴκαδε, καὶ ἡμεῖς αὐτοὺς ἀπολυτρούμεθα, οὐχ ἵνα δουλεύσωσιν, ἀλλ’ ἵνα ὦσιν ἐλεύθεροι. ὁρᾷς ὡς οὐχ ἱκανόν ἐστιν ἀργύριον καταβαλεῖν ἐς τὸ ἀποφῆναι τὸν λυτρωθέντα δοῦλον, ἀλλ’ ἐκεῖνός ἐστιν ὡς ἀληθῶς δοῦλος, οὗ κύριός ἐστιν ἕτερος προσαναγκάσαι πράττειν ὅ, τι ἂν κελεύῃ, καὶ μὴ βουλόμενον κόλασαι καί, τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ, κακαῖς ὀδύνῃσι πελάζειν; ὅρα δὴ τὸ μετὰ τοῦτο, εἰ μὴ κύριοι πάντες ἡμῶν εἰσιν, οὓς ἀναγκαῖον ἡμῖν θεραπεύειν, ἵνα μηδὲν ἀλγῶμεν μηδὲ λυπώμεθα κολαζόμενοι παρ’ αὐτῶν. ἢ τοῦτο οἴει κόλασιν μόνον, εἴ τις ἐπανατεινόμενος τὴν βακτηρίαν καθίκοιτο τοῦ οἰκέτου; καίτοι γε τοιοῦτον οὐδὲ οἱ τραχύτατοι τῶν δεσποτῶν ἐπὶ πάντων ποιοῦσι τῶν οἰκετῶν, ἀλλὰ καὶ λόγος ἀρκεῖ πολλάκις καὶ ἀπειλή. μήποτε οὖν, ὦ φίλε, νομίσῃς εἶναι ἐλεύθερος, ἄχρις οὗ γαστὴρ ἄρχει σου καὶ τὰ ἔνερθεν γαστρὸς οἵ τε τοῦ παρασχεῖν τὰ πρὸς ἡδονὴν καὶ ταὐτὰ ἀποκωλῦσαι κύριοι, καὶ εἰ τούτων δὲ γένοιο κρείττων, ἕως ἂν δουλεύῃς ταῖς τῶν πολλῶν δόξαις, οὔπω τῆς ἐλευθερίας ἔθιγες οὐδὲ ἐγεύσω τοῦ νέκταρος, Οὐ μὰ τὸν ἐν στέρνοισιν ἐμοῖς παραδόντα τετρακτύν. καὶ οὐ τοῦτό φημι, ὡς ἀπερυθριᾶσαι χρὴ πρὸς πάντας καὶ πράττειν τὰ μὴ πρακτέα· ἀλλ’ ὧν ἀπεχόμεθα καὶ ὅσα πράττομεν, μὴ διὰ τὸ τοῖς πολλοῖς δοκεῖν σπουδαῖα πως ἢ φαῦλα, διὰ τοῦτο πράττωμεν καὶ ἀπεχώμεθα, ἀλλ’ ὅτι τῷ λόγῳ καὶ τῷ ἐν ἡμῖν θεῷ, τοῦτ’ ἐστὶ τῷ νῷ, ταῦτά ἐστιν ἀπόρρητα. τοὺς μὲν οὖν πολλοὺς οὐδὲν κωλύει ταῖς κοιναῖς ἕπεσθαι δόξαις· ἄμεινον γὰρ τοῦτο τοῦ παντάπασιν ἀπερυθριᾶν· ἔχουσι γὰρ ἅνθρωποι φύσει πρὸς ἀλήθειαν οἰκείως· ἀνδρὶ δὲ ἤδη κατὰ νοῦν ζῶντι καὶ τοὺς ὀρθοὺς εὑρεῖν τε δυναμένῳ καὶ κρῖναι λόγους προσήκει τὸ παράπαν οὐδὲν ἕπεσθαι τοῖς νομιζομένοις ὑπὸ τῶν πολλῶν εὖ τε καὶ χεῖρον πράττεσθαι.