Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
15 Οὐκοῦν ἐπειδὴ τὸ μέν ἐστι τῆς ψυχῆς ἡμῶν θειότερον, ὃ δὴ νοῦν καὶ φρόνησίν φαμεν καὶ λόγον τὸν σιγώμενον, οὗ κήρυξ ἐστὶν ὁ διὰ τῆς φωνῆς οὑτοσὶ λόγος προϊὼν ἐξ ὀνομάτων καὶ ῥημάτων, ἕτερον δέ τι τούτῳ συνέζευκται ποικίλον καὶ παντοδαπόν, ὀργῇ καὶ ἐπιθυμίᾳ ξυμμιγές τι καὶ πολυκέφαλον θηρίον, οὐ πρότερον χρὴ πρὸς τὰς δόξας τῶν πολλῶν ἀτενῶς ὁρᾶν καὶ ἀδιατρέπτως, πρὶν ἂν τοῦτο δαμάσωμεν τὸ θηρίον καὶ πείσωμεν ὑπακοῦσαι τῷ παρ’ ἡμῖν θεῷ, μᾶλλον δὲ θείῳ. τοῦτο γὰρ πολλοὶ τοῦ Διογένους ζηλωταὶ ἐάσαντες ἐγένοντο παντορέκται καὶ μιαροὶ καὶ τῶν θηρίων οὐδὲ ἑνὸς κρείττους, ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος ἐστί, πρῶτον ἔργον ἐρῶ σοι Διογένους, ἐφ’ ᾧ γελάσονται μὲν οἱ πολλοί, ἐμοὶ δὲ εἶναι δοκεῖ σεμνότατον. ἐπειδὴ γάρ τις τῶν νέων ἐν ὄχλῳ, παρόντος καὶ τοῦ Διογένους, ἀπέπαρδεν, ἐπάταξεν ἐκεῖνος τῇ βακτηρίᾳ φάς· εἶτα, ὦ κάθαρμα, μηδὲν ἄξιον τοῦ δημοσίᾳ τὰ τοιαῦτα θαρσεῖν πράξας ἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν; οὕτως ᾤετο χρῆναι πρότερον ἡδονῆς καὶ θυμοῦ κρείττονα γενέσθαι, πρὶν ἐπὶ τὸ τελειότατον ἐλθεῖν τῶν παλαισμάτων, ἀποδυσάμενον πρὸς τὰς τῶν πολλῶν δόξας αἳ μυρίων κακῶν αἴτιαι γίνονται τοῖς πολλοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme