Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
16 Οὐκ οἶσθα ὅπως τοὺς μὲν νέους τῆς φιλοσοφίας ἀπάγουσιν, ἄλλα ἐπ’ ἄλλοις τῶν φιλοσόφων θρυλοῦντες; οἱ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους χορευταὶ γνήσιοι γόητες εἶναι λέγονται καὶ σοφισταὶ καὶ τετυφωμένοι καὶ φαρμακεῖς. τῶν Κυνικῶν εἴ πού τις γέγονε σπουδαῖος, ἐλεεινὸς δοκεῖ· μέμνημαι γοῦν ἐγώ ποτε τροφέως εἰπόντος πρός με, ἐπειδὴ τὸν ἑταῖρον εἶδεν Ἰφικλέα αὐχμηρὰν ἔχοντα τὴν κόμην καὶ κατερρωγότα τὰ στέρνα ἱμάτιόν τε παντάπασι φαῦλον ἐν δεινῷ χειμῶνι· τίς ἄρα δαίμων τοῦτον εἰς ταύτην περιέτρεψε τὴν συμφοράν, ὑφ’ ἧς αὐτὸς μὲν ἐλεεινός, ἐλεεινότεροι δὲ οἱ πατέρες αὐτοῦ, θρέψαντες σὺν ἐπιμελείᾳ καὶ παιδεύσαντες ὡς ἐνεδέχετο σπουδαίως, ὁ δὲ οὕτω νῦν περιέρχεται, πάντα ἀφείς, οὐδὲν τῶν προσαιτούντων κρείττων; ἐκείνου μὲν οὖν ἐγὼ οὐκ οἶδ’ ὅπως τότε κατειρωνευσάμην· εὖ μέντοι γε ἴσθι ταῦτα καὶ ὑπὲρ τῶν ἀληθῶς κυνῶν τοὺς πολλοὺς διανοουμένους. καὶ οὐ τοῦτο δεινόν ἐστιν, ἀλλ’ ὁρᾷς ὅτι καὶ πλοῦτον ἀγαπᾶν πείθουσι καὶ πενίαν μισεῖν καὶ τὴν γαστέρα θεραπεύειν καὶ τοῦ σώματος ἕνεκα πάντα ὑπομένειν πόνον καὶ πιαίνειν τὸν τῆς ψυχῆς δεσμὸν καὶ τράπεζαν παρατίθεσθαι πολυτελῆ καὶ μηδέποτε νύκτωρ καθεύδειν μόνον, ἀλλὰ τὰ τοιαῦτα πάντα δρᾶν ἐν τῷ σκότῳ λανθάνοντα; τοῦτο οὐκ ἔστι τοῦ Ταρτάρου χεῖρον; οὐ βέλτιόν ἐστιν ὑπὸ τὴν Χάρυβδιν καὶ τὸν Κωκυτὸν καὶ μυρίας ὀργυιὰς κατὰ γῆς δῦναι, ἢ πεσεῖν εἰς τοιοῦτον βίον αἰδοίοις καὶ γαστρὶ δουλεύοντα, καὶ οὐδὲ τούτοις ἁπλῶς ὥσπερ τὰ θηρία, πράγματα δὲ ἔχειν, ὡς ἂν καὶ λάθοιμεν ὑπὸ τῷ σκότῳ ταῦτα ἐξεργαζόμενοι; καίτοι πόσῳ κρεῖττον ἀπέχεσθαι παντάπασιν αὐτῶν; εἰ δὲ μὴ ῥᾴδιον, οἱ Διογένους νόμοι καὶ Κράτητος ὑπὲρ τούτων οὐκ ἀτιμαστέοι· ἔρωτα λύει λιμός, ἂν δὲ τούτῳ χρῆσθαι μὴ δύνῃ, βρόχος. οὐκ οἶσθα, ὅτι ταῦτα ἔπραξαν ἐκεῖνοι τῷ βίῳ διδόντες ὁδὸν εὐτελείας; οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ τύραννοι, ἀλλ’ ἐκ τῶν δειπνούντων πολυτελῶς. καὶ ὁ Κράτης μέντοι πεποίηκεν ὕμνον εἰς τὴν Εὐτέλειαν· Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme