Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
17 ἔστω δὴ μὴ κατὰ τὸν Οἰνόμαον ὁ κύων ἀναιδὴς μηδὲ ἀναίσχυντος μηδὲ ὑπερόπτης πάντων ὁμοῦ θείων τε καὶ ἀνθρωπίνων, ἀλλὰ εὐλαβὴς μὲν τὰ πρὸς τὸ θεῖον, ὥσπερ Διογένης· ἐπείσθη γοῦν ἐκεῖνος τῷ Πυθίῳ, καὶ οὐ μετεμέλησεν αὐτῷ πεισθέντι· εἰ δέ, ὅτι μὴ προσῄει μηδὲ ἐθεράπευε τοὺς νεὼς μηδὲ τὰ ἀγάλματα μηδὲ τοὺς βωμούς, οἴεταί τις ἀθεότητος εἶναι σημεῖον, οὐκ ὀρθῶς νομίζει· ἦν γὰρ οὐδὲν αὐτῷ τῶν τοιούτων, οὐ λιβανωτός, οὐ σπονδή, οὐκ ἀργύριον, ὅθεν αὐτὰ πρίαιτο. εἰ δὲ ἐνόει περὶ θεῶν ὀρθῶς, ἤρκει τοῦτο μόνον· αὐτῇ γὰρ αὐτοὺς ἐθεράπευε τῇ ψυχῇ, διδοὺς οἶμαι τὰ τιμιώτατα τῶν ἑαυτοῦ, τὸ καθοσιῶσαι τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἐννοιῶν. ἀπερυθριάτω δὲ μηδαμῶς, ἀλλ’ ἑπόμενος τῷ λόγῳ πρότερον μὲν αὑτῷ χειρόηθες καταστησάτω τὸ παθηματικὸν τῆς ψυχῆς μόριον, ὥστε παντάπασιν ἐξελεῖν αὐτὸ καὶ μηδὲ ὅτι κρατεῖ τῶν ἡδονῶν εἰδέναι. εἰς τοῦτο γὰρ ἄμεινον ἐλθεῖν, εἰς τὸ καί, εἰ πάσχει τις τὰ τοιαῦτα, ὅλως ἀγνοῆσαι· τοῦτο δὲ ἡμῖν οὐκ ἄλλως ἢ διὰ τῶν γυμνασιῶν προσγίνεται. ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἀεὶ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ Χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. εἰ χρή σοι περὶ τούτων γράφειν, ἔχω πλείονα τοῦ ἀνδρός. ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme