Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
18 Ἀλλ’ ἐπανίωμεν ἐπ’ ἐκεῖνο πάλιν, ὅτι χρὴ τὸν ἀρχόμενον κυνίζειν αὑτῷ πρότερον ἐπιτιμᾶν πικρῶς καὶ ἐξελέγχειν καὶ μὴ κολακεύειν, ἀλλὰ ἐξετάζειν ὅ, τι μάλιστα αὑτὸν ἀκριβῶς, εἰ τῇ πολυτελείᾳ τῶν σιτίων χαίρει, εἰ στρωμνῆς δεῖται μαλακῆς, εἰ τιμῆς ἢ δόξης ἐστὶν ἥττων, εἰ τοῦτο ζηλοῖ τὸ περιβλέπεσθαι καί, εἰ καὶ κενὸν εἴη, τίμιον ὅμως νομίζει. μηδὲ εἰς συμπεριφορὰν ὄχλων καθυφείσθω, γευέσθω δὲ τρυφῆς μηδὲ ἄκρῳ, φασί, τῷ δακτύλῳ, ἕως ἂν αὐτὴν παντελῶς πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ, θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι τῆς ἀγέλης καὶ καθ’ ἑαυτοὺς νεμομένους ἀγείρειν τὴν ἰσχὺν ἐν μέρει καὶ κατ’ ὀλίγον, εἶθ’ οὕτως ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι. ὅστις οὖν κυνίζειν ἐθέλει μήτε τὸν τρίβωνα μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν καὶ τὴν κόμην ἀγαπάτω μόνον, ἵν’ ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρου καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ, ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἳ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναι τοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν, εἶτα τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν εἰς τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας ἄκλητος καὶ κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας, ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους καὶ τοὺς ἀκούοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme