Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
20 εἰ δὲ τούτοις μὲν ἠπίστεις ὑπὲρ ἀνδρὸς λεγομένοις, ὃν οἱ πάντες Ἕλληνες τότε ἐθαύμασαν μετὰ Σωκράτη καὶ Πυθαγόραν ἐπὶ Πλάτωνος καὶ Ἀριστοτέλους, οὗ γέγονεν ἀκροατὴς ὁ τοῦ σωφρονεστάτου καὶ συνετωτάτου Ζήνωνος καθηγεμών, οὓς οὐκ εἰκὸς ἦν ἅπαντας ἀπατηθῆναι περὶ ἀνδρὸς οὕτω φαύλου, ὁποῖον σὺ διακωμῳδεῖς, ὦ βέλτιστε, ἴσως ἄν τι πλέον ἐσκόπησας περὶ αὐτοῦ καὶ πορρωτέρω προῆλθες τῆς ἐμπειρίας τἀνδρός. τίνα γὰρ οὐκ ἐξέπληξε τῶν Ἑλλήνων ἡ Διογένους καρτερία, βασιλικῆς οὐκ ἔξω μεγαλοψυχίας οὖσα, καὶ φιλοπονία; ἐκάθευδεν ἁνὴρ ἐπὶ στιβάδος ἐν τῷ πίθῳ βέλτιον ἢ μέγας βασιλεὺς ὑπὸ τοῖς ἐπιχρύσοις ὀρόφοις ἐν τῇ μαλθακῇ κλίνῃ, ἤσθιε τὴν μᾶζαν ἥδιον ἢ σὺ νῦν τὰς Σικελικὰς ἐσθίεις τραπέζας, ἐλούετο ψυχρῷ τὸ σῶμα πρὸς ἀέρα ξηραίνων ἀντὶ τῶν ὀθονίων, οἷς σὺ ἀπομάττῃ, φιλοσοφώτατε. πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον, ὅτι κατειργάσω τὸν Ξέρξην, ὡς ὁ Θεμιστοκλῆς, ἢ τὸν Δαρεῖον, ὡς ὁ Μακεδὼν Ἀλέξανδρος. εἰ σμικρὰ τὰς βίβλους ἀνελίττων ἐμελέτας ὥσπερ ἡμεῖς οἱ πολιτικοὶ καὶ πολυπράγμονες, ἔγνως ἄν, ὅπως Ἀλέξανδρος ἀγασθῆναι λέγεται τὴν Διογένους μεγαλοψυχίαν. ἀλλ’ οὐκ ἔστι σοι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ, σπουδαῖον· πόθεν; πολλοῦ γε καὶ δεῖ· γυναικῶν ἀθλίων τεθαύμακας φιλονεικῶν βίον.
20 Εἰ μὲν οὖν ὁ λόγος τι πλέον ἐποίησεν, οὐκ ἐμὸν μᾶλλον ἢ σόν ἐστι κέρδος· εἰ δὲ οὐδὲν περαίνομεν ἐκ τοῦ παραχρῆμα περὶ τῶν τοιούτων ἀπνευστὶ τὸ δὴ λεγόμενον συνείραντες· ἔστι γὰρ πάρεργον ἡμέραιν δυοῖν, ὡς ἴσασιν αἱ Μοῦσαι, μᾶλλον δὲ καὶ σὺ αὐτός· παραμενέτω μέν σοι ὁπόσα πρόσθεν ἐγνώκεις, ἡμῖν δὲ οὐ μεταμελήσει τῆς εἰς τὸν ἄνδρα εὐφημίας.
← Previous 22 / 22

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme