Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
3 Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερόν ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἳ καὶ κατ’ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, ὅτι, τὴν φιλοσοφίαν εἴθ’, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν, εἴθ’, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme