Thesauros Literature rhetoric Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας

Εἰς τοὺς ἀπαιδεύτους κύνας Julian Emperor of Rome 331-363
5 Ὅτι μέντοι καὶ τὸ τῷ θεῷ κατὰ δύναμιν ὁμοιοῦσθαι οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τὴν ἐφικτὴν ἀνθρώποις γνῶσιν τῶν ὄντων περιποιήσασθαι, πρόδηλον ἐντεῦθεν. οὐ γὰρ ἐπὶ πλούτῳ χρημάτων τὸ θεῖον μακαρίζομεν οὐδὲ ἐπ’ ἄλλῳ τινὶ τῶν νομιζομένων ἀγαθῶν, ἀλλ’ ὅπερ Ὅμηρός φησι θεοὶ δέ τε πάντα ἴσασι, καὶ μέντοι καὶ περὶ Διὸς Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει· ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὅσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνῶσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ’ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ’ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ’ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme