5
Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ ἐδιζησάμην ἐμεωυτόν, ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ’ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.
6
Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν αὐτὸν ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἵν’ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, οὗπερ οὐχ οἷόν τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ’ ὁ τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ’ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν.
7
ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι.