9
Φέρε οὖν, ἐπειδὴ πέφηνεν οὐκ ἄλλο μὲν ἐπιτηδεύσας Πλάτων, ἕτερον δὲ Διογένης, ἓν δέ τι καὶ ταὐτόν· εἰ γοῦν ἔροιτό τις τὸν σοφὸν Πλάτωνα τὸ Γνῶθι σαυτὸν πόσου νενόμικας ἄξιον; εὖ οἶδα ὅτι τοῦ παντὸς ἂν φήσειε, καὶ λέγει δὲ ἐν Ἀλκιβιάδῃ· δεῦρο δὴ τὸ μετὰ τοῦτο φράσον ἡμῖν, ὦ δαιμόνιε Πλάτων καὶ θεῶν ἔκγονε Τίνα τρόπον χρὴ πρὸς τὰς τῶν πολλῶν διακεῖσθαι δόξας, ταὐτά τε ἐρεῖ καὶ ἔτι πρὸς τούτοις ὅλον ἡμῖν ἐπιτάξει διαρρήδην ἀναγνῶναι τὸν Κρίτωνα διάλογον, οὗ φαίνεται παραινῶν Σωκράτης μηδὲν φροντίζειν ἡμᾶς τῶν τοιούτων· φησὶ γοῦν· Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; εἶτα ἡμεῖς τούτων ὑπεριδόντες ἀποτειχίζειν ἁπλῶς οὑτωσὶ καὶ ἀποσπᾶν ἄνδρας ἀλλήλων ἐθέλομεν, οὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια; εἰ δὲ Πλάτωνι μὲν ἔδοξε καὶ διὰ τῶν λόγων αὐτὰ ἐργάζεσθαι, Διογένει δὲ ἀπέχρη τὰ ἔργα, διὰ τοῦτο ἄξιός ἐστιν ὑφ’ ὑμῶν ἀκούειν κακῶς; ὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν, ἐπεὶ καὶ Πλάτων ἐξομνύμενος φαίνεται τὰ ξυγγράμματα. Οὐ γάρ ἐστι Πλάτωνος, φησί, ζύγγραμμα οὐδὲν οὐδ’ ἔσται, τὰ δὲ νῦν φερόμενά ἐστι Σωκράτους, ἀνδρὸς καλοῦ καὶ νέου. τί οὖν ἡμεῖς οὐκ ἐκ τῶν ἔργων τοῦ Διογένους σκοποῦμεν αὐτὸν τὸν Κυνισμόν, ὅστις ἐστιν;