Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
17 Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων, οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν, ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον· ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme