Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
29 Τοῦ Μάρκου δὲ ἀρχομένου λέγειν, ὁ Σειληνὸς ἠρέμα πρὸς τὸν Διόνυσον, Ἀκούσωμεν, ἔφη, τοῦ Στωικοῦ τουτουί, τί ποτε ἄρα τῶν παραδόξων ἐκείνων ἐρεῖ καὶ τεραστίων δογμάτων. ὁ δὲ ἀποβλέψας πρὸς τὸν Δία καὶ τοὺς θεούς, Ἀλλ’ ἔμοιγε, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, λόγων οὐδὲν δεῖ καὶ ἀγῶνος. εἰ μὲν γὰρ ἠγνοεῖτε τἀμά, προσῆκον ἦν ἐμοὶ διδάσκειν ὑμᾶς· ἐπεὶ δὲ ἴστε καὶ λέληθεν ὑμᾶς τῶν ἁπάντων οὐδέν, αὐτοί μοι τιμᾶτε τῆς ἀξίας. ἔδοξε δὴ οὖν ὁ Μάρκος τά τε ἄλλα θαυμάσιός τις εἶναι καὶ σοφὸς διαφερόντως ἅτε οἶμαι διαγινώσκων, Λέγειν θ’ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme