Thesauros Literature rhetoric Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια

Συμπόσιον ἢ Κρόνια Julian Emperor of Rome 331-363
32 Ὁ δὲ Ἑρμῆς ἤρετο πάλιν τὸν Καίσαρα, Σοὶ δέ, εἶπεν, ὦ Καῖσαρ, τίς ἐγένετο σκοπὸς τοῦ βίου; Τὸ πρωτεύειν, ἔφη, τῆς ἐμαυτοῦ καὶ μηδενὸς μήτε εἶναι μήτε νομίζεσθαι δεύτερον. Τοῦτο, εἶπεν ὁ Ἑρμῆς, ἀσαφές ἐστι· πότερον γάρ, εἰπέ, κατὰ σοφίαν ἢ τὴν ἐν τοῖς λόγοις δεινότητα ἢ πολεμικὴν ἐμπειρίαν ἢ πολιτικὴν δύναμιν; Ἦν μὲν οὖν, ἔφη ὁ Καῖσαρ, ἡδύ μοι τῶν πάντων ἐν πᾶσιν εἶναι πρώτῳ· τούτου δὲ οὐ δυνάμενος ἐπιτυχεῖν τὸ δύνασθαι μέγιστον παρὰ τοῖς ἐμαυτοῦ πολίταις ἐζήλωσα. Σὺ δέ, εἶπεν, ἐδυνήθης μέγα; πρὸς αὐτὸν ὁ Σειληνός. καὶ ὅς, Πάνυ γε, ἔφη· κύριος γοῦν αὐτῶν ἐγενόμην. Ἀλλὰ τοῦτο μέν, εἶπεν, ἐδυνήθης· ἀγαπηθῆναι δὲ ὑπ’ αὐτῶν οὐχ οἷός τε ἐγένου, καὶ ταῦτα πολλὴν μὲν ὑποκρινάμενος ὥσπερ ἐν δράματι καὶ σκηνῇ φιλανθρωπίαν, αἰσχρῶς δὲ αὐτοὺς πάντας κολακεύων. Εἶτα οὖκ ἀγαπηθῆναι δοκῶ, εἶπεν, ὑπὸ τοῦ δήμου τοῦ διώξαντος Βροῦτον καὶ Κάσσιον; Οὐκ ἐπειδή σε ἀπέκτειναν, ἔφη· διὰ τοῦτο μὲν γὰρ αὐτοὺς ὁ δῆμος ἐψηφίσατο εἶναι ὑπάτους· ἀλλὰ διὰ τὸ ἀργύριον, ἐπειδὴ τῶν διαθηκῶν ἀκροασάμενοι μισθὸν ἑώρων τῆς ἀγανακτήσεως αὐτοῖς οὔτοι τὸν τυχόντα προσεγγεγραμμένον.
33 Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς. Ἀλλ’ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme