13
Τούτῳ συνεισέρχεται Πρόβος, ὃς ἑβδομήκοντα πόλεις ἀναστήσας ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς ἑπτὰ καὶ πολλὰ πάνυ σωφρόνως οἰκονομήσας, ἄδικα δὲ πεπονθὼς ὑπὸ τῶν ἀθέων, ἐτιμᾶτο τά τε ἄλλα καὶ τῷ τοὺς φονέας αὐτῷ τὴν δίκην ἐκτῖσαι. σκώπτειν δὲ αὐτὸν ὅμως ὁ Σειληνὸς ἐπειρᾶτο, καίτοι πολλῶν αὐτῷ σιωπᾶν παρακελευομένων· ἀλλ’, Ἐᾶτε, ἔφη, νῦν γοῦν δι’ αὐτοῦ τοὺς ἑξῆς φρενωθῆναι. οὐκ οἶσθα, ὦ Πρόβε, ὅτι τὰ πικρὰ φάρμακα μιγνύντες οἱ ἰατροὶ τῷ μελικράτῳ προσφέρουσι; σὺ δὲ αὐστηρὸς ἦσθα λίαν καὶ τραχὺς ἀεὶ εἴκων τε οὐδαμοῦ· πέπονθας οὖν ἄδικα μέν, εἰκότα δὲ ὅμως. οὐ γὰρ ἔστιν οὔτε ἵππων οὔτε βοῶν ἄρχειν οὔτε ἡμιόνων, ἥκιστα δὲ ἀνθρώπων, μή τι καὶ τῶν κεχαρισμένων αὐτοῖς ξυγχωροῦντα, ὥσπερ ἔσθ’ ὅτε τοῖς ἀσθενοῦσιν οἱ ἰατροὶ μικρὰ ἐνδιδόασιν, ἵν’ ἐν τοῖς μείζοσιν ἔχωσιν αὐτοὺς πειθομένους. Τί τοῦτο, εἶπεν ὁ Διόνυσος, ὦ παππία; φιλόσοφος ἡμῖν ἀνεφάνης; οὐ γάρ, ὦ παῖ, ἔφη, καὶ σὺ φιλόσοφος ὑπ’ ἐμοῦ γέγονας; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σωκράτης, ἐοικὼς ἐμοί, τὰ πρωτεῖα κατὰ τὴν φιλοσοφίαν ἀπηνέγκατο τῶν καθ’ ἑαυτὸν ἀνθρώπων, εἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν ἀψευδής; ἔα τοίνυν ἡμᾶς μὴ πάντα γελοῖα λέγειν, ἀλλὰ καὶ σπουδαῖα.