Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
19 Ἃ μὲν οὖν περὶ τῆς οὐσίας ἐχρῆν εἰπεῖν τοῦ θεοῦ τοῦδε, καίτοι τῶν πλείστων παραλειφθέντων, εἴρηται ὅμως οὐκ ὀλίγα· ἐπεὶ δὲ τὸ τῶν δυνάμεων αὐτοῦ πλῆθος καὶ τὸ τῶν ἐνεργειῶν κάλλος τοσοῦτόν ἐστιν, ὥστε εἶναι τῶν περὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένων ὑπερβολήν, ἐπεὶ καὶ πέφυκε τὰ θεῖα προϊόντα εἰς τὸ ἐμφανὲς πληθύνεσθαι διὰ τὸ περιὸν καὶ γόνιμον τῆς ζωῆς, ὅρα τί δράσομεν, οἳ πρὸς ἀχανὲς πέλαγος ἀποδυόμεθα, μόγις καὶ ἀγαπητῶς ἐκ πολλοῦ τοῦ πρόσθεν ἀναπαυόμενοι λόγου. τολμητέον δ’ ὅμως τῷ θεῷ θαρροῦντα καὶ πειρατέον ἅψασθαι τοῦ λόγου.
20 Κοινῶς μὲν δὴ τὰ πρόσθεν ῥηθέντα περὶ τῆς οὐσίας αὐτοῦ ταῖς δυνάμεσι προσήκειν ὑποληπτέον. οὐ γὰρ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ μὰ Δία τρίτον παρὰ ταῦτα ἐνέργεια. πάντα γὰρ ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται καὶ ἐνεργεῖ· οὔτε γὰρ ὃ μὴ ἔστι βούλεται, οὔτε ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ’ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει. ταῦτα μὲν οὖν περὶ τὸν ἄνθρωπον οὐχ ὧδε ἔχει· διττὴ γάρ ἐστι μαχομένη φύσις εἰς ἓν κεκραμένη ψυχῆς καὶ σώματος, τῆς μὲν θείας, τοῦ δὲ σκοτεινοῦ τε καὶ ζοφώδους· ἔοικέ τε εἶναι μάχη τις καὶ στάσις. ἐπεὶ καὶ Ἀριστοτέλης φησὶ διὰ τὸ τοιοῦτο μήτε τὰς ἡδονὰς ὁμολογεῖν μήτε τὰς λύπας ἀλλήλαις ἐν ἡμῖν· τὸ γὰρ θατέρᾳ, φησί, τῶν ἐν ἡμῖν φύσεων ἡδὺ τῇ πρὸς ταύτην ἀντικειμένῃ πέφυκεν ἀλγεινόν· ἐν δὲ τοῖς θεοῖς οὐδέν ἐστι τοιοῦτον· οὐσίᾳ γὰρ αὐτοῖς ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς, οὐ ποτὲ μὲν, ποτὲ δ’ οὔ. πρῶτον οὖν ὅσαπερ ἔφαμεν, τὴν οὐσίαν αὐτοῦ παραστῆσαι βουλόμενοι, ταῦθ’ ἡμῖν εἰρῆσθαι καὶ περὶ τῶν δυνάμεων καὶ ἐνεργειῶν νομιστέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme