Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
24 Τοσαῦτα μὲν ὑπὲρ τῶν προκοσμίων αὐτοῦ δυνάμεων, ἔργα δὲ ὁμοταγῆ ταύταις ὑπὲρ τὸν ἐμφανῆ κόσμον ἡ τῶν ἀγαθῶν ἀποπλήρωσις. ἐπειδὴ γάρ ἐστι γνήσιος ἔκγονος τἀγαθοῦ, παραδεξάμενος παρ’ αὐτοῦ τελείαν τὴν ἀγαθὴν μοῖραν, αὐτὸς ἅπασι τοῖς νοεροῖς διανέμει θεοῖς, ἀγαθοεργὸν καὶ τελείαν αὐτοῖς διδοὺς τὴν οὐσίαν. ἓν μὲν δὴ τουτί. δεύτερον δὲ ἔργον ἐστὶ τοῦ θεοῦ ἡ τοῦ νοητοῦ κάλλους ἐν τοῖς νοεροῖς καὶ ἀσωμάτοις εἴδεσι τελειοτάτη διανομή. τῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον, ἔτι ἀνάγκη προηγεῖσθαι τὴν ἐν τῷ νοητῷ κάλλει τοῦτο αὐτὸ διαιωνίως καὶ ἀεὶ ποιοῦσαν, ἀλλ’ οὐχὶ νῦν μὲν, εἰσαῦθις δὲ οὔ, καὶ ποτὲ μὲν γεννῶσαν, αὖθις δὲ ἄγονον. ὅσα γὰρ ἐνταῦθα ποτὲ καλά, ταῦτα ἐν τοῖς νοητοῖς ἀεί. ῥητέον τοίνυν αὐτοῦ τῆς ἐν τοῖς φαινομένοις αἰτίας γονίμου προκαθηγεῖσθαι τὸν ἐν τῷ νοερῷ καὶ διαιωνίῳ κάλλει τόκον ἀγέννητον, ὃν ὁ θεὸς οὗτος ἔχει περὶ ἑαυτὸν ὑποστήσας, ᾧ καὶ τὸν τέλειον νοῦν διανέμει, καθάπερ ὄμμασιν ἐνδιδοὺς διὰ τοῦ φωτὸς τὴν ὄψιν, οὕτω δὲ καὶ ἐν τοῖς νοητοῖς διὰ τοῦ νοεροῦ παραδείγματος, ὃ προτείνει πολὺ φανότερον τῆς αἰθερίας αὐγῆς, πᾶσιν οἶμαι τοῖς νοεροῖς τὸ νοεῖν καὶ τὸ νοεῖσθαι παρέχει. ἑτέρα πρὸς ταύταις ἐνέργεια θαυμαστὴ φαίνεται περὶ τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἡ τοῖς κρείττοσι γένεσιν ἐνδιδομένη μοῖρα βελτίων, ἀγγέλοις, δαίμοσιν, ἥρωσι ψυχαῖς τε μερισταῖς, ὁπόσαι μένουσιν ἐν παραδείγματος καὶ ἰδέας λόγῳ, μήποτε ἑαυτὰς διδοῦσαι σώματι.
25 τὴν μὲν οὖν προκόσμιον οὐσίαν τοῦ θεοῦ δυνάμεις τε αὐτοῦ καὶ ἔργα τὸν βασιλέα τῶν ὅλων ὑμνοῦντες Ἥλιον, ἐφ’ ὅσον ἡμῖν οἷόν τε ἦν ἐφικέσθαι τῆς περὶ αὐτὸν εὐφημίας σπεύδοντες, διεληλύθαμεν. ἐπεὶ δὲ ὄμματα, φησίν, ἀκοῆς ἐστι πιστότερα, καίτοι τῆς νοήσεως ὄντα γε ἀπιστότερα καὶ ἀσθενέστερα, φέρε καὶ περὶ τῆς ἐμφανοῦς αὐτοῦ δημιουργίας αἰτησάμενοι παρ’ αὐτοῦ τὸ μετρίως εἰπεῖν πειραθῶμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme