Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
27 Ἀλλ’ ἵνα μὴ πλείω περὶ τῶν αὐτῶν λέγων διατρίβω, τὰς τροπὰς ἐργαζόμενος, ὥσπερ ἴσμεν, πατὴρ ὡρῶν ἐστιν, οὐκ ἀπολείπων δὲ οὐδαμῶς τοὺς πόλους Ὠκεανὸς ἂν εἴη, διπλῆς ἡγεμὼν οὐσίας. μῶν ἀσαφές τι καὶ τοῦτο λέγομεν, ἐπείπερ πρὸ ἡμῶν αὐτὸ καὶ Ὅμηρος ἔφη· Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, θνητῶν τε θεῶν θ’, ὡς ἂν αὐτὸς φαίη, μακάρων; ἀληθῶς. ἓν γὰρ τῶν πάντων οὐδέν ἐστιν, ὃ μὴ τῆς Ὠκεανοῦ πέφυκεν οὐσίας ἔκγονον. ἀλλὰ τί τοῦτο πρὸς τοὺς πόλους; βούλει σοι φράσω; καίτοι σιωπᾶσθαι κρεῖσσον ἦν· εἰρήσεται δὲ ὅμως.
28 Λέγεται γοῦν, εἰ καὶ μὴ πάντες ἑτοίμως ἀποδέχονται, ὁ δίσκος ἐπὶ τῆς ἀνάστρου φέρεσθαι πολὺ τῆς ἀπλανοῦς ὑψηλότερος· καὶ οὕτω δὴ τῶν μὲν πλανωμένων οὐχ ἕξει τὸ μέσον, τριῶν δὲ τῶν κόσμων κατὰ τὰς τελεστικὰς ὑποθέσεις, εἰ χρὴ τὰ τοιαῦτα καλεῖν ὑποθέσεις, ἀλλὰ μὴ ταῦτα μὲν δόγματα, τὰ δὲ τῶν σφαιρικῶν ὑποθέσεις. οἱ μὲν γὰρ θεῶν ἢ δαιμόνων μεγάλων δή τινων ἀκούσαντές φασιν, οἱ δὲ ὑποτίθενται τὸ πιθανὸν ἐκ τῆς πρὸς τὰ φαινόμενα συμφωνίας. αἰνεῖν μὲν οὖν ἄξιον καὶ τούσδε, πιστεύειν δὲ ἐκείνοις ὅτῳ βέλτιον εἶναι δοκεῖ, τοῦτον ἐγὼ παίζων καὶ σπουδάζων ἄγαμαί τε καὶ τεθαύμακα. καὶ ταῦτα μὲν δὴ ταύτῃ, φασί.
29 Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme