Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
30 τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ, τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται.
31 τὴν δὲ τοσαύτην στρατιὰν τῶν θεῶν εἰς μίαν ἡγεμονικὴν ἕνωσιν συντάξας Ἀθηνᾷ Προνοίᾳ παρέδωκεν, ἣν ὁ μὲν μῦθός φησιν ἐκ τῆς τοῦ Διὸς γενέσθαι κορυφῆς, ἡμεῖς δὲ ὅλην ἐξ ὅλου τοῦ βασιλέως Ἡλίου προβληθῆναι συνεχομένην ἐν αὐτῷ, ταύτῃ διαφέροντες τοῦ μύθου, ὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου· ἐπεὶ τἆλλά γε οὐδὲν διαφέρειν Ἡλίου Δία νομίζοντες ὁμολογοῦμεν τῇ παλαιᾷ φήμῃ. καὶ τοῦτο δὲ αὐτὸ Πρόνοιαν Ἀθηνᾶν λέγοντες οὐ καινοτομοῦμεν, εἴπερ ὀρθῶς ἀκούομεν· Ἵκετο δ’ ἐς Πυθῶνα καὶ ἐς Γλαυκῶπα Προνοίην. οὕτως ἄρα καὶ τοῖς παλαιοῖς ἐφαίνετο Ἀθηνᾶ Πρόνοια σύνθρονος Ἀπόλλωνι τῷ νομιζομένῳ μηδὲν Ἡλίου διαφέρειν. μή ποτε οὖν καὶ θείᾳ μοίρᾳ τοῦτο Ὅμηρος· ἦν γάρ, ὡς εἰκός, θεόληπτος· ἀπεμαντεύσατο πολλαχοῦ τῆς ποιήσεως· Τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων, ὑπὸ Διὸς δήπουθεν, ὅσπερ ἐστὶν ὁ αὐτὸς Ἡλίῳ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme