37
Τί οὖν περὶ τῶν αὐτῶν ἐπέξειμι μακρότερα, ἐξὸν ἐπὶ τὸ πέρας ἤδη βαδίζειν ὑμνήσαντα πρότερον ὅσα ἔδωκεν ἀνθρώποις Ἥλιος ἀγαθά; γινόμενοι γὰρ ἐξ αὐτοῦ τρεφόμεθα παρ’ ἐκείνου. τὰ μὲν οὖν θειότερα καὶ ὅσα ταῖς ψυχαῖς δίδωσιν ἀπολύων αὐτὰς τοῦ σώματος, εἶτα ἐπανάγων ἐπὶ τὰς τοῦ θεοῦ συγγενεῖς οὐσίας, καὶ τὸ λεπτὸν καὶ εὔτονον τῆς θείας αὐγῆς οἷον ὄχημα τῆς εἰς τὴν γένεσιν ἀσφαλοῦς διδόμενον καθόδου ταῖς ψυχαῖς ὑμνείσθω τε ἄλλοις ἀξίως καὶ ὑφ’ ἡμῶν πιστευέσθω μᾶλλον ἢ δεικνύσθω· τὰ δὲ ὅσα γνώριμα πέφυκε τοῖς πᾶσιν οὐκ ὀκνητέον ἐπεξελθεῖν.
38
οὐρανόν φησι Πλάτων ἡμῖν γενέσθαι σοφίας διδάσκαλον. ἐνθένδε γὰρ ἀριθμοῦ κατενοήσαμεν φύσιν, ἧς τὸ διαφέρον οὐκ ἄλλως ἢ διὰ τῆς ἡλίου περιόδου κατενοήσαμεν. φησί τοι καὶ αὐτὸς Πλάτων ἡμέραν καὶ νύκτα πρότερον. εἶτα ἐκ τοῦ φωτὸς τῆς σελήνης, ὃ δὴ δίδοται τῇ θεῷ ταύτῃ παρ’ ἡλίου, μετὰ τοῦτο προήλθομεν ἐπὶ πλέον τῆς τοιαύτης συνέσεως, ἁπανταχοῦ τῆς πρὸς τὸν θεὸν τοῦτον στοχαζόμενοι συμφωνίας. ὅπερ αὐτός πού φησιν, ὡς ἄρα τὸ γένος ἡμῶν ἐπίπονον ὂν φύσει θεοὶ ἐλεήσαντες ἔδωκαν ἡμῖν τὸν Διόνυσον καὶ τὰς Μούσας συγχορευτάς. ἐφάνη δὲ ἡμῖν Ἥλιος τούτων κοινὸς ἡγεμών, Διονύσου μὲν πατὴρ ὑμνούμενος, ἡγεμὼν δὲ Μουσῶν.
39
ὁ δὲ αὐτῷ συμβασιλεύων Ἀπόλλων οὐ πανταχοῦ μὲν ἀνῆκε τῆς γῆς χρηστήρια, σοφίαν δὲ ἔδωκεν ἀνθρώποις ἔνθεον, ἐκόσμησε δὲ ἱεροῖς καὶ πολιτικοῖς τὰς πόλεις θεσμοῖς; οὗτος ἡμέρωσε μὲν διὰ τῶν Ἑλληνικῶν ἀποικιῶν τὰ πλεῖστα τῆς οἰκουμένης, παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον, εἰ μὴ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι γε ἐν χρήσει γεγόνασι πολιτεῖαι, κρείσσονα· ἀνθ’ ὧν οἶμαι καὶ αὐτὸς ἔγνων τὴν πόλιν Ἑλληνίδα γένος τε καὶ πολιτείαν.