Thesauros Literature rhetoric Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον

Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον Julian Emperor of Rome 331-363
39 Τί ἔτι σοι λέγω, πῶς τῆς ὑγιείας καὶ σωτηρίας πάντων προυνόησε τὸν σωτῆρα τῶν ὅλων ἀπογεννήσας Ἀσκληπιόν, ὅπως δὲ ἀρετὴν ἔδωκε παντοίαν Ἀφροδίτην Ἀθηνᾷ συγκαταπέμψας ἡμῖν, κηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου; διά τοι τοῦτο καὶ κατὰ τὰς περιόδους αὐτοῦ πάντα τὰ φυόμενα καὶ τὰ παντοδαπῶν ζῴων φῦλα κινεῖται πρὸς ἀπογέννησιν τοῦ ὁμοίου. τί χρὴ τὰς ἀκτῖνας αὐτοῦ καὶ τὸ φῶς σεμνῦναι; νὺξ γοῦν ἀσέληνός τε καὶ ἄναστρος ὅπως ἐστὶ φοβερά, ἆρα ἐννοεῖ τις, ἵν’ ἐντεῦθεν, ὁπόσον ἔχομεν ἀγαθὸν ἐξ ἡλίου τὸ φῶς, τεκμήρηται; τοῦτο δὲ αὐτὸ συνεχὲς παρέχων καὶ ἀμεσολάβητον νυκτὶ ἐν οἷς χρὴ τόποις ἀπὸ τῆς σελήνης τοῖς ἄνω, ἐκεχειρίαν ἡμῖν διὰ τῆς νυκτὸς τῶν πόνων δίδωσιν. οὐδὲν ἂν γένοιτο πέρας τοῦ λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα. ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον, ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παρ’ αὐτοῦ τελειούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme