42
Οὕτω δὲ ταῦτα καὶ παρὰ τῶν μεταγενεστέρων, ὡς ἔφην, ἔχοντα κατενοήθη. πρὸ τῆς νουμηνίας, εὐθέως μετὰ τὸν τελευταῖον τοῦ Κρόνου μῆνα, ποιοῦμεν Ἡλίῳ τὸν περιφανέστατον ἀγῶνα, τὴν ἑορτὴν Ἡλίῳ καταφημίσαντες ἀνικήτῳ, μεθ’ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ’ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων, ἀλλὰ τοῖς Κρονίοις οὖσι τελευταίοις εὐθὺς συνάπτει κατὰ τὸν κύκλον τὰ Ἡλίαια,
43
ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί, καὶ πρό γε τῶν ἄλλων αὐτὸς ὁ βασιλεὺς τῶν ὅλων Ἥλιος, ὁ περὶ τὴν τἀγαθοῦ γόνιμον οὐσίαν ἐξ ἀιδίου προελθὼν μέσος ἐν μέσοις τοῖς νοεροῖς θεοῖς, συνοχῆς τε αὐτοὺς πληρώσας καὶ κάλλους μυρίου καὶ περιουσίας γονίμου καὶ τελείου νοῦ καὶ πάντων ἀθρόως τῶν ἀγαθῶν ἀχρόνως, καὶ ἐν τῷ νῦν ἐλλάμπων εἰς τὴν ἐμφανῆ μέσην τοῦ παντὸς οὐρανοῦ φερομένην ἕδραν οἰκείαν ἐξ ἀιδίου, καὶ μεταδιδοὺς τῷ φαινομένῳ παντὶ τοῦ νοητοῦ κάλλους, τὸν δὲ οὐρανὸν σύμπαντα πληρώσας τοσούτων θεῶν ὁπόσων αὐτὸς ἐν ἑαυτῷ νοερῶς ἔχει, περὶ αὐτὸν ἀμερίστως πληθυνομένων καὶ ἑνοειδῶς αὐτῷ συνημμένων, οὐ μὴν ἀλλὰ καὶ τὸν ὑπὸ τὴν σελήνην τόπον διὰ τῆς ἀειγενεσίας συνέχων καὶ τῶν ἐνδιδομένων ἐκ τοῦ κυκλικοῦ σώματος ἀγαθῶν, ἐπιμελόμενος τοῦ τε κοινοῦ τῶν ἀνθρώπων γένους ἰδίᾳ τε τῆς ἡμετέρας πόλεως, ὥσπερ οὖν καὶ τὴν ἡμετέραν ἐξ ἀιδίου ψυχὴν ὑπέστησεν, ὀπαδὸν ἀποφήνας αὑτοῦ. ταῦτά τε οὖν, ὅσα μικρῷ πρόσθεν ηὐξάμην, δοίη, καὶ ἔτι κοινῇ μὲν τῇ πόλει τὴν ἐνδεχομένην ἀιδιότητα μετ’ εὐνοίας χορηγῶν φυλάττοι, ἡμῖν δὲ ἐπὶ τοσοῦτον εὖ πρᾶξαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα δοίη, ἐφ’ ὅσον βιῶναι συγχωρεῖ, ζῆν δὲ καὶ ἐμπολιτεύεσθαι τῷ βίῳ δοίη ἐφ’ ὅσον αὐτῷ τε ἐκείνῳ φίλον ἡμῖν τε λώιον καὶ τοῖς κοινοῖς συμφέρον Ῥωμαίων πράγμασιν.