6
Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσὶ δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς.
7
τούτων δ’ ἐναργεῖς αἱ πίστεις ἐκ τῶν φαινομένων τὰ ἀφανῆ σκοποῦντι. φέρε δὴ πρῶτον αὐτὸ τὸ φῶς οὐκ εἶδός ἐστιν ἀσώματόν τι θεῖον τοῦ κατ’ ἐνέργειαν διαφανοῦς; αὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές, πᾶσι μὲν ὡς ἔπος εἰπεῖν συνυποκείμενον τοῖς στοιχείοις καὶ ὂν αὐτῶν προσεχὲς εἶδος, οὐ σωματοειδὲς οὐδὲ συμμιγνύμενον οὐδὲ τὰς οἰκείας σώματι προσιέμενον ποιότητας. οὔκουν ἰδίαν αὐτοῦ θέρμην ἐρεῖς, οὐ τὴν ἐναντίαν αὐτῇ ψυχρότητα, οὐ τὸ σκληρόν, οὐ τὸ μαλακὸν ἀποδώσεις, οὐδ’ ἄλλην τινὰ τῶν κατὰ τὴν ἁφὴν διαφορῶν, οὔκουν οὐδὲ γεῦσιν οὐδὲ ὀδμήν, ὄψει δὲ μόνον ὑποπίπτει πρὸς ἐνέργειαν ὑπὸ τοῦ φωτὸς ἡ τοιαύτη φύσις ἀγομένη. τὸ δὲ φῶς εἶδός ἐστι ταύτης οἷον ὕλης ὑπεστρωμένης καὶ παρεκτεινομένης τοῖς σώμασιν. αὐτοῦ δὲ τοῦ φωτὸς ὄντος ἀσωμάτου ἀκρότης ἂν εἴη τις καὶ ὥσπερ ἄνθος ἀκτῖνες. ἡ μὲν οὖν τῶν Φοινίκων δόξα, σοφῶν τὰ θεῖα καὶ ἐπιστημόνων, ἄχραντον εἶναι ἐνέργειαν αὐτοῦ τοῦ καθαροῦ νοῦ τὴν ἁπανταχῇ προϊοῦσαν αὐγὴν ἔφη· οὐκ ἀπᾴδει δὲ οὐδὲ ὁ λόγος,εἴπερ αὐτὸ τὸ φῶς ἀσώματον, εἴ τις αὐτοῦ μηδὲ τὴν πηγὴν ὑπολάβοι σῶμα, νοῦ δὲ ἐνέργειαν ἄχραντον εἰς τὴν οἰκείαν ἕδραν ἐλλαμπομένην, ἣ τοῦ παντὸς οὐρανοῦ τὸ μέσον εἴληχεν, ὅθεν ἐπιλάμπουσα πάσης μὲν εὐτονίας πληροῖ τοὺς οὐρανίους κύκλους, πάντα δὲ περιλάμπει θείῳ καὶ ἀχράντῳ φωτί.