Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
18 Ἀντιόχῳ μὲν δὴ ταῦτα ἐποιήθη. τοῖς δ’ ἀπ’ ἐκείνου γενομένοις οὐ νέμεσις ζηλοῦν τὸν οἰκιστὴν ἢ τὸν ἐπώνυμον. ὥσπερ γὰρ ἐν τοῖς φυτοῖς εἰκός ἐστι διαδίδοσθαι μέχρι πολλοῦ τὰς ποιότητας, ἴσως δὲ καὶ ἐπίπαν ὅμοια τὰ μετὰ ταῦτα τοῖς ἐξ ὧν ἐβλάστησε φύεσθαι, οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων εἶναι εἰκὸς παραπλήσια τὰ ἤθη τῶν ἀπογόνων τοῖς προγόνοις. ἐγώ τοι καὶ αὐτὸς ἔγνων Ἀθηναίους Ἑλλήνων φιλοτιμοτάτους καὶ φιλανθρωποτάτους· καίτοι τοῦτό γε ἐπιεικῶς ἐν πᾶσιν εἶδον τοῖς Ἕλλησιν, ἔχω δ’ ὑπὲρ αὐτῶν εἰπεῖν, ὡς καὶ φιλόθεοι μάλιστα πάντων εἰσὶ καὶ δεξιοὶ τὰ πρὸς τοὺς ξένους, καθόλου μὲν Ἕλληνες πάντες, αὐτῶν δ’ Ἑλλήνων πλέον τοῦτο ἔχω μαρτυρεῖν Ἀθηναίοις. εἰ δὲ ἐκεῖνοι διασώζουσιν εἰκόνα τῆς παλαιᾶς ἐν τοῖς ἤθεσιν ἀρετῆς, εἰκὸς δήπουθεν τὸ αὐτὸ ὑπάρχειν καὶ Σύροις καὶ Ἀραβίοις καὶ Κελτοῖς καὶ Θρᾳξὶ καὶ Παίοσι καὶ τοῖς ἐν μέσῳ κειμένοις Θρᾳκῶν καὶ Παιόνων ἐπ’ αὐταῖς Ἴστρου ταῖς ᾐόσι Μυσοῖς, ὅθεν δὴ καὶ τὸ γένος ἐστί μοι πᾶν ἄγροικον, αὐστηρόν, ἀδέξιον, ἀναφρόδιτον, ἐμμένον τοῖς κριθεῖσιν ἀμετακινήτως· ἃ δὴ πάντα ἐστὶ δείγματα δεινῆς ἀγροικίας.
18 Αἰτοῦμαι τοίνυν ὑπὲρ ἐμαυτοῦ πρῶτον συγγνώμην, ἐν μέρει δὲ καὶ ὑμῖν νέμω τὰ πάτρια ζηλοῦσιν, οὐδ’ ἐν ὀνείδει προφέρομαι τὸ Ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, τοὐναντίον δὲ ἀντ’ ἐγκωμίων. ὑμῖν προσεῖναί φημι πατρίων ζῆλον ἐπιτηδευμάτων. ἐπεὶ καὶ Ὅμηρος ἐπαινῶν τὸν Αὐτόλυκόν φησι περιεῖναι πάντων Κλεπτοσύνῃ θ’ ὅρκῳ τε. καὶ ἐμαυτοῦ τὴν σκαιότητα καὶ τὴν ἀμαθίαν καὶ τὴν δυσκολίαν καὶ τὸ μὴ ῥᾳδίως μαλάττεσθαι μηδὲ ἐπὶ τοῖς δεομένοις ἢ τοῖς ἐξαπατῶσι τὰ ἐμαυτοῦ ποιεῖσθαι μηδὲ ταῖς βοαῖς εἴκειν καὶ τὰ τοιαῦτα στέργω ὀνείδη. πότερα μὲν οὖν ἐστι κουφότερα, θεοῖς ἴσως δῆλον, ἐπείπερ ἀνθρώπων οὐδεὶς οἷός τε ἡμῖν ἐστιν ὑπὲρ τῶν διαφορῶν βραβεῦσαι· πεισόμεθα γὰρ οὐδαμῶς αὐτῷ διὰ φιλαυτίαν, θαυμάζειν γὰρ εἰκὸς τὰ ἑαυτοῦ ἕκαστον, ἀτιμάζειν δὲ τὰ παρὰ τοῖς ἄλλοις. ὁ δὲ τῷ τὰ ἐναντία ζηλοῦντι νέμων συγγνώμην εἶναί μοι δοκεῖ πρᾳότατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme