Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
20 Οὐκ οἶσθα ἀνθρώποις ὁμιλεῖν, οὐδ’ ἐπαινέτης εἶ τοῦ Θεόγνιδος, οὐδὲ μιμῇ τὸν ἀφομοιούμενον ταῖς πέτραις πολύπουν, ἀλλ’ ἡ λεγομένη Μυκόνιος ἀγροικία τε καὶ ἀμαθία καὶ ἀβελτηρία πρὸς πάντας ἐπιτηδεύεται παρὰ σοῦ. λέληθέ σε ὅτι πολλοῦ δεῖ ταῦτα εἶναι Κελτοὶ καὶ Θρᾷκες καὶ Ἰλλυριοί; οὐχ ὁρᾷς, ὁπόσα μὲν ἐν τῇ πόλει ταύτῃ καπηλεῖα; σὺ δὲ ἀπεχθάνῃ τοῖς καπήλοις οὐ ξυγχωρῶν ὁπόσου βούλονται πωλεῖν αὐτοὺς τῷ δήμῳ τὰ ἐπιτήδεια καὶ τοῖς ἐπιδημοῦσιν. οἱ δὲ τοὺς κεκτημένους τὴν γῆν αἰτιῶνται. σὺ δὲ καὶ τούτους ἐχθροὺς ποιεῖ σαυτῷ τὰ δίκαια ποιεῖν ἀναγκάζων. οἱ δὲ ἐν τέλει τῆς πόλεως ἀμφοῖν μετέχοντες ταῖν ζημίαιν, ὥσπερ οἶμαι πρότερον ἔχαιρον διχόθεν καρπούμενοι τὰς ὠφελείας, καὶ ὡς κεκτημένοι καὶ ὡς καπηλεύοντες, τὰ νῦν εἰκότως λυποῦνται δι’ ἀμφοτέρων ἀφῃρημένοι τὰς ἐπικερδείας. ὁ δὲ τῶν Σύρων δῆμος οὐκ ἔχων μεθύειν οὐδὲ κορδακίζειν ἄχθεται. σὺ δὲ σῖτον ἄφθονον παρέχων οἴει τρέφειν αὐτοὺς ἱκανῶς. ἐκεῖνο δέ σου χαρίεν, ὅτι οὐδὲ ὅπως ἰχθὺς ἐν τῇ πόλει πετραῖος ἔσται σκοπεῖς· ἀλλὰ καὶ πρῴην μεμφομένου τινός, ὡς οὔτε ἰχθυδίων οὔτε ὀρνίθων πολλῶν εὑρισκομένων ἐν ἀγορᾷ, τωθαστικὸν μάλα ἐγέλασας, ἄρτου καὶ οἴνου καὶ ἐλαίου τῇ σώφρονι πόλει δεῖν φάμενος, κρεῶν δ’ ἤδη τῇ τρυφώσῃ· τὸ γὰρ καὶ ἰχθύων καὶ ὀρνιθίων λόγον ποιεῖσθαι πέρα τρυφῆς εἶναι καὶ ἧς οὐδὲ τοῖς ἐν Ἰθάκῃ. μνηστῆρσι μετῆν ἀσελγείας. ὅτῳ δὲ οὐκ ἐν ἡδονῇ κρέα ὕεια καὶ προβάτεια σιτεῖσθαι, τῶν ὀσπρίων ἁπτόμενος εὖ πράξει. ταῦτα ἐνόμισας Θρᾳξὶ νομοθετεῖν τοῖς σεαυτοῦ πολίταις ἢ τοῖς ἀναισθήτοις Γαλάταις, οἵ σε ἐπαιδοτρίβησαν καθ’ ἡμῶν πρίνινον, σφενδάμνινον, οὐκέτι μέντοι καὶ Μαραθωνομάχον, ἀλλ’ Ἀχαρνέα μὲν ἐξ ἡμισείας, ἀηδῆ δ’ ἄνδρα παντάπασι καὶ ἄνθρωπον ἄχαριν. οὐ κρεῖττον ἦν ὀδωδέναι μύρων τὴν ἀγορὰν βαδίζοντός σου καὶ παῖδας ἡγεῖσθαι καλούς, εἰς οὓς ἀποβλέψουσιν οἱ πολῖται, καὶ χοροὺς γυναικῶν, ὁποῖοι παρ’ ἡμῖν ἵστανται καθ’ ἑκάστην ἡμέραν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme