Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
20 Ἐμὲ δὲ ὑγρὸν βλέπειν ῥιπτοῦντα πανταχοῦ τὰ ὄμματα, ὅπως ὑμῖν καλός, οὔτι τὴν ψυχήν, ἀλλὰ τὸ πρόσωπον ὀφθείην, ὁ τρόπος οὐ συγχωρεῖ. ἔστι γάρ, ὡς ὑμεῖς κρίνετε, ψυχῆς ἀληθινὸν κάλλος ὑγρότης βίου. ἐμὲ δὲ ὁ παιδαγωγὸς ἐδίδασκεν εἰς γῆν βλέπειν ἐς διδασκάλου φοιτῶντα· θέατρον δ’ οὐκ εἶδον πρὶν μᾶλλον κομῆσαι τῆς κεφαλῆς τὸ γένειον, ἐν ἐκείνῳ δὲ τῆς ἡλικίας ἰδίᾳ μὲν καὶ κατ’ ἐμαυτὸν οὐδέποτε, τρίτον δὲ ἢ τέταρτον, εὖ ἴστε, Πατρόκλῳ ἐπίηρα φέρων ἅρχων ἐπέταττεν οἰκεῖος ὢν ἐμοὶ καὶ ἀναγκαῖος· ἐτύγχανον δὲ ἰδιώτης ἔτι·
21 σύγγνωτε οὖν ἐμοί· δίδωμι γὰρ ὃν ἀντ’ ἐμοῦ δικαιότερον μισήσετε τὸν φιλαπεχθήμονα παιδαγωγόν, ὅς με καὶ τότε ἐλύπει μίαν ὁδὸν ἰέναι διδάσκων καὶ νῦν αἴτιός ἐστί μοι τῆς πρὸς ὑμᾶς ἀπεχθείας, ἐνεργασάμενος τῇ ψυχῇ καὶ ὥσπερ ἐντυπώσας ὅπερ ἐγὼ μὲν οὐκ ἐβουλόμην τότε, ὁ δὲ ὡς δή τι χαρίεν ποιῶν μάλα προθύμως ἐνετίθει, καλῶν οἶμαι σεμνότητα τὴν ἀγροικίαν καὶ σωφροσύνην τὴν ἀναισθησίαν, ἀνδρείαν δὲ τὸ μὴ εἴκειν ταῖς ἐπιθυμίαις μηδ’ εὐδαίμονα ταύτῃ γίνεσθαι. ἔφη δέ μοι πολλάκις, εὖ ἴστε, ναὶ μὰ Δία καὶ μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ, Μή σε παραπειθέτω τὸ πλῆθος τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. ἱπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ’ Ὁμήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δ’ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. ἔστι καὶ φυτὰ παρ’ αὐτῷ πολλὰ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων· Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμὸν Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ ἡ δενδρήεσσα τῆς Καλυψοῦς νῆσος καὶ τὰ τῆς Κίρκης σπήλαια καὶ ὁ Ἀλκίνου κῆπος· εὖ ἴσθι, τούτων οὐδὲν ὄψει τερπνότερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme