24
Εἶεν· ἀλλὰ τί παθὼν αὐτὸς ἐπιχειρεῖς ἀκροᾶσθαι περὶ τῶν συμβολαίων καὶ δικάζειν; οὐ γὰρ δὴ καὶ τοῦτό σε ὁ παιδαγωγὸς ἐδίδασκεν, ὃς οὐδ’ εἰ ἄρξεις ἠπίστατο. Δεινὸς δὲ ἀνέπεισε γέρων, ὃν καὶ ὑμεῖς ὡς ὄντα μάλιστα αἰτιώτατον τῶν ἐμῶν ἐπιτηδευμάτων ὀρθῶς ποιοῦντες ξυλλοιδορεῖτέ μοι, καὶ τοῦτον δ̓, εὖ ἴστε, ὑπ’ ἄλλων ἐξηπατημένον. ὀνόματα ἥκει πρὸς ὑμᾶς πολλάκις κωμῳδούμενα, Πλάτων καὶ Σωκράτης καὶ Ἀριστοτέλης καὶ Θεόφραστος. ἐκείνοις ὁ γέρων οὗτος πεισθεὶς ὑπ’ ἀφροσύνης, ἔπειτα ἐμὲ νέον εὑρών, ἐραστὴν λόγων, ἀνέπεισεν, ὡς, εἰ τὰ πάντα ἐκείνων ζηλωτὴς γενοίμην, ἀμείνων ἔσομαι τῶν μὲν ἄλλων ἀνθρώπων ἴσως οὐδενός· οὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν· ἐμαυτοῦ δὲ πάντως. ἐγὼ δέ· οὐ γὰρ εἶχον ὅ, τι ποιῶ· πεισθεὶς οὐκέτι δύναμαι μεταθέσθαι, καὶ ταῦτα ἐθέλων πολλάκις, ἀλλ’ ὀνειδίζω μὲν ἐμαυτῷ, διότι μὴ ποιῶ πᾶσιν ἄδειαν ἁπάντων ἀδικημάτων· ὕπεισι δέ με ἐκ τῶν Πλάτωνος ὅσα ὁ Ἀθηναῖος διεξῆλθε ξένος,
25
Τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδ’ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν. ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῆς. τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται, δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν, ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι.