25
Ταῦτα ἐδίδασκέ με νομίζων ἰδιώτην ἔσεσθαι· καὶ γὰρ οὐδὲ προύγνω ταύτην ἐκ Διός μοι τὴν τύχην ἐσομένην, εἰς ἣν νῦν ὁ θεὸς φέρων κατέστησεν. ἐγὼ δὲ αἰσχυνόμενος ἄρχων ἰδιώτου φαυλότερος εἶναι λέληθα ἐμαυτόν, οὐδὲν δέον, ὑμῖν τῆς ἀγροικίας μεταδιδοὺς τῆς ἐμαυτοῦ. καί με ἕτερος τῶν Πλάτωνος νόμων ὑπομνησθέντα ἐμαυτοῦ πεποίηκεν ἀπεχθάνεσθαι πρὸς ὑμᾶς, ὅς φησι δεῖν αἰδῶ καὶ σωφροσύνην ἀσκεῖν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους, ἵνα τὰ πλήθη πρὸς αὐτοὺς ἀποβλέποντα κοσμῆται. μόνῳ οὖν μοι, μᾶλλον δὲ ξὺν ὀλίγοις ἐπιτηδεύοντι νῦν τοῦτο πρὸς θάτερα περιέστη καὶ γέγονεν οὐκ ἀπεικότως ἐν ὀνείδει. ἑπτὰ γάρ ἐσμεν οἵδε παρ’ ὑμῖν ξένοι νεήλυδες, εἷς δὲ καὶ πολίτης ὑμέτερος, Ἑρμῇ φίλος καὶ ἐμοί, λόγων ἀγαθὸς δημιουργός, οἷς οὐδέν ἐστι πρός τινα συμβόλαιον, οὐδ’ ἄλλην ὁδὸν βαδίζομεν ἢ πρὸς τὰ τῶν θεῶν ἱερά, καὶ ὀλιγάκις, οὐ πάντες, εἰς τὰ θέατρα, πεποιημένοι τὸ δυσκλεέστατον τῶν ἔργων καὶ ἐπονειδιστότατον τοῦ βίου τέλος· ἐπιτρέψουσί μοι πάντως οἱ τῶν Ἑλλήνων σοφοὶ φάναι τι τῶν παρ’ ὑμῖν ἐπιπολαζόντων· οὐ γὰρ ἔχω πῶς ἂν αὐτὸ μᾶλλον ἐνδειξαίμην· ἐπὶ τῆς μεσιτείας αὑτοὺς ἐτάξαμεν, οὕτω περὶ πολλοῦ ποιούμεθα τὸ προσκρούειν ὑμῖν καὶ ἀπεχθάνεσθαι, δέον ἀρέσκειν καὶ θωπεύειν.
26
ὁ δεῖνα ἐβιάσατο τὸν δεῖνα. Τί τοῦτο, ὦ μῶρε, πρὸς σέ; κοινωνεῖν ἐξὸν μετ’ εὐνοίας τῶν ἀδικημάτων, ἀφεὶς τὸ κέρδος ἔχθραν ἐπαναιρῇ, καὶ τοῦτο ποιῶν ὀρθῶς οἴει ποιεῖν καὶ φρονεῖν ὑπὲρ τῶν σεαυτοῦ. λογίσασθαι ἐχρῆν, ὅτι τῶν μὲν ἀδικουμένων οὐδεὶς αἰτιᾶται τοὺς ἄρχοντας, ἀλλὰ τὸν ἀδικήσαντα, ὁ δ’ ἀδικῶν εἶτα εἰργόμενος, ἀφεὶς μέμφεσθαι τὸν ἀδικούμενον, εἰς τοὺς ἄρχοντας τρέπει τὸ ἄχθος.