Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
27 Ἔδωκάν ποτε τῶν τοιούτων σκωμμάτων Ῥωμαίοις Ταραντῖνοι δίκας, ὅτι μεθύοντες ἐν τοῖς Διονυσίοις ὕβρισαν αὐτῶν τὴν πρεσβείαν. ὑμεῖς δέ ἐστε τῶν Ταραντίνων τὰ πάντα εὐδαιμονέστεροι, ἀντὶ μὲν ὀλίγων ἡμερῶν ὅλον εὐπαθοῦντες ἐνιαυτόν, ἀντὶ δὲ τῶν ξένων πρέσβεων εἰς αὐτοὺς ἐξυβρίζοντες τοὺς ἄρχοντας καὶ τούτων εἰς τὰς ἐπὶ τοῦ γενείου τρίχας καὶ τὰ ἐν τοῖς νομίσμασι χαράγματα. εὖ γε, ὦ πολῖται σώφρονες, οἵ τε παίζοντες τὰ τοιαῦτα καὶ οἱ τῶν παιζόντων ἀποδεχόμενοι καὶ ἀπολαύοντες. δῆλον γάρ, ὅτι τοῖς μὲν ἡδονὴν παρέχει τὸ λέγειν, τοὺς δὲ τὸ ἀκροᾶσθαι τῶν τοιούτων σκωμμάτων εὐφραίνει. ταύτης ὑμῖν ἐγὼ τῆς ὁμονοίας συνήδομαι, καὶ εὖ γε ποιεῖτε μία δὴ πόλις ὄντες τὰ τοιαῦτα, ὡς ἐκεῖνό γε οὐδαμοῦ σπουδαῖον οὐδὲ ζηλωτὸν εἴργειν καὶ κολάζειν τῶν νέων τὸ ἀκόλαστον. παραιρεῖσθαι γάρ ἐστι καὶ ἀποθραύειν τῆς ἐλευθερίας τὸ κεφάλαιον, εἴ τις ἀφέλοιτο τοῦ λέγειν καὶ πράττειν ὅ,τι βούλονται τοὺς ἀνθρώπους. ὀρθῶς οὖν ὑμεῖς τοῦτο εἰδότες, ὅτι δεῖ τὰ πάντα ἐλευθέρους εἶναι, πρῶτον ἐπετρέψατε ταῖς γυναιξὶν ἄρχειν αὑτῶν, ἵνα ὑμῖν ὦσι λίαν ἐλεύθεραι καὶ ἀκόλαστοι, εἶτα ἐκείναις ξυνεχωρήσατε ἀνάγειν τὰ παιδία, μή ποτε ὑμῖν ἀρχῆς πειρώμενα τραχυτέρας ἔπειτα ἀποφανθῇ δοῦλα, καὶ γενόμενα μειράκια πρῶτον αἰδεῖσθαι διδαχθῇ τοὺς πρεσβυτέρους, ὑπὸ δὲ τῆς οὕτω κακῆς συνηθείας εὐλαβέστερα γένηται πρὸς τοὺς ἄρχοντας, καὶ τέλος οὐκ εἰς ἄνδρας, ἀλλ’ εἰς ἀνδράποδα τελέσαντες καὶ γενόμενοι σώφρονες καὶ ἐπιεικεῖς καὶ κόσμιοι λάθωσι διαφθαρέντες παντάπασι. τί οὖν αἱ γυναῖκες; ἐπὶ τὰ σφέτερα σεβάσματα ἄγουσιν αὐτὰ δι’ ἡδονῆς, ὃ δὴ μακαριώτατον εἶναι φαίνεται καὶ πολυτίμητον οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ θηρίοις. ἔνθεν οἶμαι συμβαίνει μάλα ὑμῖν εὐδαίμοσιν εἶναι πᾶσαν ἀρνουμένοις δουλείαν, ἀπὸ τῆς εἰς τοὺς θεοὺς ἀρξαμένοις πρῶτον, εἶτα τοὺς νόμους καὶ τρίτον τοὺς νομοφύλακας ἡμᾶς. ἄτοποί τε ἂν εἴημεν ἡμεῖς, εἰ τῶν θεῶν περιορώντων οὕτως ἐλευθέραν τὴν πόλιν καὶ οὐκ ἐπεξιόντων ἀγανακτοίημεν καὶ χαλεπαίνοιμεν. εὖ γὰρ ἴστε ὅτι ταύτης ἡμῖν ἐκοινώνησαν οἱ θεοὶ τῆς ἀτιμίας παρὰ τῇ πόλει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme