Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
29 Ἀλλ’ ὁ Ῥωμαῖος Κάτων, ὅπως μὲν ἔχων πώγωνος οὐκ οἶδα, παρ’ ὁντινοῦν δὲ τῶν ἐπὶ σωφροσύνῃ καὶ μεγαλοψυχίᾳ καὶ τὸ μέγιστον ἀνδρείᾳ μέγα φρονούντων ἄξιος ἐπαινεῖσθαι, προσιὼν τῇδε τῇ πολυανθρώπῳ καὶ τρυφερᾷ καὶ πλουσίᾳ πόλει τοὺς ἐφήβους ἰδὼν ἐν τῷ προαστείῳ μετὰ τῶν ἀρχόντων ἐσταλμένους ὡς ἐπί τινα δορυφορίαν ἐνόμισεν αὑτοῦ χάριν ὑμῶν τοὺς προγόνους τὴν παρασκευὴν πᾶσαν πεποιῆσθαι· καὶ θᾶσσον ἀποβὰς τοῦ ἵππου προῆγεν ἅμα καὶ πρὸς τοὺς προλαβόντας τῶν φίλων δυσχεραίνων ὡς μηνυτὰς γενομένους αὐτοῖς, ὅτι Κάτων προσάγει, καὶ ἀναπείσαντας ἐκδραμεῖν. ὄντος δ’ ἐν τοιούτοις αὐτοῦ καὶ διαποροῦντος ἠρέμα καὶ ἐρυθριῶντος, ὁ γυμνασίαρχος προσδραμών, Ὦ ξένε, ἔφη, ποῦ Δημήτριος; ἦν δ’ οὗτος ἀπελεύθερος Πομπηίου, κεκτημένος οὐσίαν πολλὴν πάνυ· μέτρον δ’ αὐτῆς εἰ ποθεῖτε μαθεῖν· οἶμαι γὰρ ὑμᾶς ἐκ πάντων τῶν λεγομένων πρὸς ταύτην μάλιστα ὡρμῆσθαι τὴν ἀκοήν· ἐγὼ τὸν εἰπόντα φράσω. Δαμοφίλῳ τῷ Βιθυνῷ πεποίηται συγγράμματα τοιαῦτα, ἐν οἷς δρεπόμενος ἐκ βίβλων πολλῶν εἰργάσατο λόγους ἡδίστους νέῳ φιληκόῳ καὶ πρεσβυτέρῳ· φιλεῖ γὰρ τὸ γῆρας ἐπανάγειν αὖθις εἰς τὴν τῶν νέων φιληκοΐαν τοὺς ἀφηλικεστέρους· ὅθεν οἶμαι συμβαίνει νέους καὶ πρεσβύτας ἐξ ἴσης εἶναι φιλομύθους· εἶεν. ὁ δὲ δὴ Κάτων ὅπως ἀπήντησε τῷ γυμνασιάρχῳ βούλεσθε φράσω; μή με λοιδορεῖν ὑπολάβητε τὴν πόλιν· οὐκ ἔστιν ὁ λόγος ἐμός. εἴ τις ἀφῖκται περιφερομένη καὶ εἰς ὑμᾶς ἀκοὴ Χαιρωνέως ἀνδρὸς ἐκ τοῦ φαύλου γένους, ὃ δὴ λέγεται παρὰ τῶν ἀλαζόνων φιλόσοφον· οὗ δὴ καὶ αὐτὸς οὐκ ἐφικόμην μέν, ηὐξάμην δὲ ὑπὸ ἀμαθίας κοινωνῆσαι καὶ μετασχεῖν. ταῦτα οὖν ἐκεῖνος ἔφρασεν, ὡς ὁ Κάτων ἀπεκρίνατο μὲν οὐδέν, βοήσας δὲ μόνον οἷά τις ἔμπληκτος καὶ ἀνόητος ἄνθρωπος, Ὢ τῆς κακοδαίμονος πόλεως, ἀπιὼν ᾤχετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme