Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
35 Δεινόν, ἔφην ἐγώ, τὴν τοσαύτην πόλιν οὕτω τῶν θεῶν ὀλιγώρως ἔχειν, ὡς οὐδεμία παροικοῦσα ταῖς ἐσχατιαῖς τοῦ Πόντου κώμη· μυρίους κλήρους γῆς ἰδίας κεκτημένη, τῷ πατρίῳ θεῷ νῦν πρῶτον ἐπιστάσῃς ἑορτῆς ἐνιαυσίου, ἐπειδὴ διεσκέδασαν οἱ θεοὶ τῆς ἀθεότητος τὴν νεφέλην, μίαν ὄρνιν ὑπὲρ αὑτῆς οὐ προσάγει, ἣν ἐχρῆν μάλιστα μὲν καὶ κατὰ φυλὰς βουθυτεῖν, εἰ δὲ μὴ ῥᾴδιον, ἕνα γε κοινῇ πᾶσαν ὑπὲρ αὑτῆς προσφέρειν τῷ θεῷ ταῦρον. ὑμῶν δ’ ἕκαστος ἰδίᾳ μὲν εἰς τὰ δεῖπνα καὶ τὰς ἑορτὰς χαίρει δαπανώμενος, καὶ εὖ οἶδα πολλοὺς ὑμῶν πλεῖστα εἰς τὰ δεῖπνα τοῦ Μαϊουμᾶ χρήματα ἀπολέσαντας, ὑπὲρ δ’ ὑμῶν αὐτῶν καὶ τῆς σωτηρίας τῆς πόλεως οὐδεὶς θύει οὔτε ἰδίᾳ τῶν πολιτῶν οὔτε ἡ πόλις κοινῇ, μόνος δ’ ὁ ἱερεύς, ὃν οἶμαι δικαιότερον ἦν ἀπὸ τοῦ πλήθους τῶν προσφερομένων τῷ θεῷ παρ’ ὑμῶν οἴκαδε ἀπιέναι μερίδας ἔχοντα. τοῖς μὲν γὰρ ἱερεῦσιν οἱ θεοὶ καλοκἀγαθίᾳ τιμᾶν αὑτοὺς καὶ ἀρετῆς ἐπιτηδεύσει προσέταξαν καὶ λειτουργεῖν σφίσι τὰ εἰκότα· πρέπει δ’ οἶμαι τῇ πόλει θύειν ἰδίᾳ καὶ δημοσίᾳ· νυνὶ δὲ ὑμῶν ἕκαστος ἐπιτρέπει μὲν τῇ γυναικὶ πάντα ἐκφέρειν ἔνδοθεν εἰς τοὺς Γαλιλαίους, καὶ τρέφουσαι ἀπὸ τῶν ὑμετέρων ἐκεῖναι τοὺς πένητας πολὺ τῆς ἀθεότητος ἐργάζονται θαῦμα πρὸς τοὺς τῶν τοιούτων δεομένους· ἔστι δὲ τοιοῦτον οἶμαι τὸ πλεῖστον τῶν ἀνθρώπων γένος· ὑμεῖς δ’ αὐτοὶ πρῶτον μὲν τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀμελῶς ἔχοντες πράττειν οὐδὲν ἄτοπον ὑπολαμβάνετε· πρόσεισι δ’ οὐδεὶς τῶν δεομένων τοῖς ἱεροῖς· οὐ γὰρ ἔστιν οἶμαι πόθεν διατραφῇ. καὶ γενέθλια μέν τις ἑστιῶν ἱκανῶς παρασκευάζει δεῖπνον καὶ ἄριστον, ἐπὶ πολυτελῆ τράπεζαν τοὺς φίλους παραλαμβάνων· ἐνιαυσίου δ’ ἑορτῆς οὔσης οὐδεὶς ἐκόμισεν ἔλαιον εἰς λύχνον τῷ θεῷ οὐδὲ σπονδὴν οὐδ’ ἱερεῖον οὐδὲ λιβανωτόν. ἐγὼ μὲν οὖν οὐκ οἶδα, ὅπως ἄν τις ταῦτα ἀνὴρ ἀγαθὸς ὁρῶν παρ’ ὑμῖν ἀποδέξαιτο, νομίζω δ’ ἔγωγε μηδὲ τοῖς θεοῖς ἀρέσκειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme