Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
39 Εἶεν. ἀλλὰ τῆς ἀχαριστίας, πρὸς θεῶν καὶ Διὸς ἀγοραίου καὶ πολιούχου, ὑπόσχετε λόγον. ἠδίκησθέ τι παρ’ ἐμοῦ κοινῇ πώποτε ἢ καὶ ἰδίᾳ, καὶ δίκην ὑπὲρ τούτου λαβεῖν οὐ δυνάμενοι φανερῶς διὰ τῶν ἀναπαίστων ἡμᾶς, ὥσπερ οἱ κωμῳδοὶ τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον ἕλκουσι καὶ περιφέρουσιν, οὕτω δὲ καὶ ὑμεῖς ἐν ταῖς ἀγοραῖς ἐπιτρίβετε λοιδοροῦντες; ἢ τοῦ μὲν ποιεῖν τι χαλεπὸν εἰς ὑμᾶς ἀπεσχόμην, τοῦ λέγειν δὲ ὑμᾶς κακῶς οὐκ ἀπεσχόμην, ἵνα με καὶ ὑμεῖς διὰ τῶν αὐτῶν ἰόντες ἀμύνησθε; τίς οὖν ὑμῖν ἐστιν αἰτία τοῦ πρὸς ἡμᾶς προσκρούσματος καὶ τῆς ἀπεχθείας; ἐγὼ γὰρ εὖ οἶδα δεινὸν οὐδένα ὑμῶν οὐδὲν οὐδὲ ἀνήκεστον ἐργασάμενος οὔτε ἰδίᾳ τοὺς ἄνδρας οὔτε κοινῇ τὴν πόλιν, οὐδ’ εἰπὼν οὐδὲν φλαῦρον, ἀλλὰ καὶ ἐπαινέσας, ὡς ἔδοξέ μοι προσήκειν, καὶ μεταδοὺς χρηστοῦ τινος, ὅσον εἰκὸς ἦν τὸν ἐπιθυμοῦντα μετὰ τοῦ δυνατοῦ πολλοὺς εὖ ποιεῖν ἀνθρώπους. ἀδύνατον δ’ εὖ ἴστε καὶ τοῖς εἰσφέρουσι συγχωρεῖν ἅπαντα καὶ διδόναι πάντα τοῖς εἰωθόσι λαμβάνειν. ὅταν οὖν φανῶ μηδὲν ἐλαττώσας τῶν δημοσίων συντάξεων, ὅσας εἴωθεν ἡ βασιλικὴ νέμειν δαπάνη, ὑμῖν δ’ ἀνεὶς τῶν εἰσφορῶν οὐκ ὀλίγα, ἆρ’ οὐκ αἰνίγματι τὸ πρᾶγμα ἔοικεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme