Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
40 Δέδωκα οὖν ὑμῖν καὶ ἀπὸ τῶν ἐπιτροπευσάντων τοὺς θησαυροὺς τοὺς ἐμοὺς καὶ ἀπὸ τῶν ἐργασαμένων τὸ νόμισμα τοὺς πλουσιωτάτους ἑλομένοις ἔχειν· ὑμεῖς δ’ ἐκείνων μεν οὐ τοὺς δυναμένους εἵλεσθε, λαβόμενοι δὲ τῆς ἀφορμῆς εἰργάσασθε παραπλήσια πόλει μὲν οὐδαμῶς εὐνομουμένῃ, πρέποντα δ’ ὑμῶν ἄλλως τῷ τρόπῳ. βούλεσθε ἑνὸς ὑμᾶς ὑπομνήσω; βουλευτὴν ὀνομάσαντες, πρὶν προσγραφῆναι τῷ καταλόγῳ, μετεώρου τῆς δίκης οὔσης, ὑπεβάλετε λειτουργίᾳ τὸν ἄνθρωπον. ἄλλον ἀπ’ ἀγορᾶς εἱλκύσατε πένητα καὶ ἐκ τῶν ἁπανταχοῦ μὲν ἀπολελειμμένων, παρ’ ὑμῖν δὲ διὰ περιττὴν φρόνησιν ἀμειβομένων πρὸς χρυσίον συρφετῶν εὐποροῦντα μετρίας οὐσίας εἵλεσθε κοινωνόν. πολλὰ τοιαῦτα περὶ τὰς ὀνομασίας κακουργούντων ὑμῶν, ἐπειδὴ μὴ πρὸς ἅπαντα συνεχωρήσαμεν, ὧν τε εὖ εἰργασάμεθα τὴν χάριν ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παρ’ ὑμῶν δυσχεραινόμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme