Thesauros Literature rhetoric Μισοπώγων

Μισοπώγων

Μισοπώγων Julian Emperor of Rome 331-363
41 Καὶ ταῦτα μὲν ἦν τῶν μικρῶν πάνυ καὶ οὔπω δυνάμενα τὴν πόλιν ἐκπολεμῶσαι· τὸ δὲ δὴ μέγιστον, ἐξ οὗ τὸ μέγα ἤρθη μῖσος, ἀφικομένου μου πρὸς ὑμᾶς ὁ δῆμος ἐν τῷ θεάτρῳ, πνιγόμενος ὑπὸ τῶν πλουσίων, ἀφῆκε φωνὴν πρῶτον ταύτην· Παντα γέμει, πάντα πολλοῦ. τῆς ἐπιούσης διελέχθην ἐγὼ τοῖς δυνατοῖς ὑμῶν ἐπιχειρῶν πείθειν, ὅτι κρεῖττόν ἐστιν ὑπεριδόντας ἀδίκου κτήσεως εὖ ποιῆσαι πολίτας καὶ ξένους. οἱ δὲ ἐπαγγειλάμενοι τοῦ πράγματος ἐπιμελήσεσθαι μηνῶν ἑξῆς τριῶν ὑπεριδόντος μου καὶ περιμείναντος οὕτως ὀλιγώρως εἶχον τοῦ πράγματος, ὡς οὐδεὶς ἂν ἤλπισεν. ἐπεὶ δ’ ἑώρων ἀληθῆ τὴν τοῦ δήμου φωνὴν καὶ τὴν ἀγορὰν οὐχ ὑπ’ ἐνδείας, ἀλλ’ ὑπ’ ἀπληστίας τῶν κεκτημένων στενοχωρουμένην, ἔταξα μέτριον ἑκάστου τίμημα καὶ δῆλον ἐποίησα πᾶσιν. ἐπεὶ δ’ ἦν τὰ μὲν ἄλλα παρ’ αὐτοῖς πολλὰ πάνυ· καὶ γὰρ ἦν οἶνος καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάντα· σίτου δ’ ἐνδεῶς εἶχον, ἀφορίας δεινῆς ὑπὸ τῶν ἔμπροσθεν αὐχμῶν γενομένης, ἔδοξέ μοι πέμπειν εἰς Χαλκίδα καὶ Ἱερὰν πόλιν καὶ πόλεις τὰς πέριξ, ἔνθεν εἰσήγαγον ὑμῖν μέτρων τετταράκοντα μυριάδας. ὡς δ’ ἀνάλωτο καὶ τοῦτο, πρότερον μὲν πεντάκις χιλίους, ἑπτάκις χιλίους δ’ ὕστερον, εἶτα νῦν μυρίους, οὓς ἐπιχώριόν ἐστι λοιπὸν ὀνομάζειν μοδίους, ἀνάλισκον σίτου, πάντας οἴκοθεν ἔχων. ἀπὸ τῆς Αἰγύπτου κομισθέντα μοι σῖτον ἔδωκα τῇ πόλει, πραττόμενος ἀργύριον οὐκ ἐπὶ δέκα μέτρων, ἀλλὰ πεντεκαίδεκα τοσοῦτον, ὅσον ἐπὶ τῶν δέκα πρότερον. εἰ δὲ τοσαῦτα μέτρα θέρους ἦν παρ’ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν ὁ Βοιώτιος ποιητής, χαλεπὸν γενέσθαι τὸν λιμὸν ἐπὶ δώματι; ἆρ’ οὐ πέντε μόγις καὶ ἀγαπητῶς ἄλλως τε καὶ τηλικούτου χειμῶνος ἐπιγενομένου;
41 Τί οὖν ὑμῶν οἱ πλούσιοι; τὸν μὲν ἐπὶ τῶν ἀγρῶν σῖτον λάθρᾳ ἀπέδοντο πλείονος, ἐβάρησαν δὲ τὸ κοινὸν τοῖς ἰδίοις ἀναλώμασι· καὶ οὐχ ἡ πόλις μόνον ἐπὶ τοῦτο συρρεῖ, οἱ πλεῖστοι δὲ καὶ ἐκ τῶν ἀγρῶν συντρέχουσιν, ὃ μόνον ἐστὶν εὑρεῖν πολὺ καὶ εὔωνον, ἄρτους ὠνούμενοι. καίτοι τίς μέμνηται παρ’ ὑμῖν εὐθηνουμένης τῆς πόλεως πεντεκαίδεκα μέτρα σίτου πραθέντα τοῦ χρυσοῦ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme