42
ταύτης ἕνεκεν ὑμῖν ἀπηχθόμην ἐγὼ τῆς πράξεως, ὅτι τὸν οἶνον ὑμῖν οὐκ ἐπέτρεψα καὶ τὰ λάχανα καὶ τὰς ὀπώρας ἀποδόσθαι χρυσοῦ, καὶ τὸν ὑπὸ τῶν πλουσίων ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον αὐτοῖς καὶ χρυσὸν ἐξαίφνης παρ’ ὑμῶν γενέσθαι. ἐκεῖνοι μὲν γὰρ αὐτὸν ἔξω τῆς πόλεως διέθεντο καλῶς, ἐργασάμενοι τοῖς ἀνθρώποις λιμὸν ἀλοιητῆρα βρότειον, ὡς ὁ θεὸς ἔφη τοὺς ταῦτα ἐπιτηδεύοντας ἐξελέγχων. ἡ πόλις δ’ ἐν ἀφθονίᾳ γέγονεν ἄρτων ἕνεκα μόνον, ἄλλου δ’ οὐδενός.
42
Συνίην μὲν οὖν καὶ τότε ταῦτα ποιῶν ὅτι μὴ πᾶσιν ἀρέσοιμι, πλὴν ἔμελεν οὐδὲν ἐμοί· τῷ γὰρ ἀδικουμένῳ πλήθει βοηθεῖν ᾤμην χρῆναι καὶ τοῖς ἀφικνουμένοις ξένοις, ἐμοῦ τε ἕνεκα καὶ τῶν συνόντων ἡμῖν ἀρχόντων. ἐπεὶ δ’ οἶμαι συμβαίνει τοὺς μὲν ἀπιέναι, τὴν πόλιν δ’ εἶναι τὰ πρὸς ἐμὲ γνώμης μιᾶς· οἱ μὲν γὰρ μισοῦσιν, οἱ δ’ ὑπ’ ἐμοῦ τραφέντες ἀχαριστοῦσιν· Ἀδραστείᾳ πάντα ἐπιτρέψας ἐς ἄλλο ἔθνος οἰχήσομαι καὶ δῆμον ἕτερον, οὐδὲν ὑμᾶς ὑπομνήσας ὧν ἐνιαυτοῖς ἔμπροσθεν ἐννέα δίκαια δρῶντες εἰς ἀλλήλους εἰργάσασθε, φέρων μὲν ὁ δῆμος ἐπὶ τὰς οἰκίας τῶν δυνατῶν ξὺν βοῇ τὴν φλόγα καὶ ἀποκτιννὺς τὸν ἄρχοντα, δίκην δ’ αὖθις ἀποτίνων ὑπὲρ τούτων, ὧν ὀργιζόμενος δικαίως ἔπραξεν οὐκέτι μετρίως.