43
Ὑπὲρ τίνος οὖν πρὸς θεῶν ἀχαριστούμεθα; ὅτι τρέφομεν ὑμᾶς οἴκοθεν, ὃ μέχρι σήμερον ὑπῆρξεν οὐδεμιᾷ πόλει, καὶ τρέφομεν οὕτω λαμπρῶς; ὅτι τὸν κατάλογον ὑμῶν ηὐξήσαμεν; ὅτι κλέπτοντας ἑλόντες οὐκ ἐπεξήλθομεν; ἑνὸς ἢ δύο βούλεσθε ὑμᾶς ὑπομνήσω, μή τις ὑπολάβῃ σχῆμα καὶ ῥητορείαν εἶναι καὶ προσποίησιν τὸ πρᾶγμα; γῆς κλήρους οἶμαι τρισχιλίους ἔφατε ἀσπόρους εἶναι καὶ ᾐτήσασθε λαβεῖν, λαβόντες δ’ ἐνείμασθε πάντες οἱ μὴ δεόμενοι. τοῦτο ἐξετασθὲν ἀνεφάνη σαφῶς. ἀφελόμενος δ’ αὐτοὺς ἐγὼ τῶν ἐχόντων οὐ δικαίως, καὶ πολυπραγμονήσας οὐδὲν ὑπὲρ τῶν ἔμπροσθεν, ὧν ἔσχον ἀτελεῖς, οὓς μάλιστα ἐχρῆν ὑποτελεῖς εἶναι, ταῖς βαρυτάταις ἔνειμα λειτουργίαις αὐτοὺς τῆς πόλεως. καὶ νῦν ἀτελεῖς ἔχουσιν οἱ καθ’ ἕκαστον ὑμῖν ἐνιαυτὸν ἱπποτροφοῦντες γῆς κλήρους ἐγγὺς τρισχιλίους, ἐπινοίᾳ μὲν καὶ οἰκονομίᾳ τοῦ θείου τοὐμοῦ καὶ ὁμωνύμου, χάριτι δ’ ἐμῇ, ὃς δὴ τοὺς πανούργους καὶ κλέπτας οὕτω κολάζων εἰκότως ὑμῖν φαίνομαι τὸν κόσμον ἀνατρέπειν. εὖ γὰρ ἴστε ὅτι πρὸς τοὺς τοιούτους ἡ πρᾳότης αὔξει καὶ τρέφει τὴν ἐν τοῖς ἀνθρώποις κακίαν.
44
Ὁ λόγος οὖν μοι καὶ ἐνταῦθα περιίσταται πάλιν εἰς ὅπερ βούλομαι. πάντων γὰρ ἐμαυτῷ τῶν κακῶν αἴτιος γίγνομαι εἰς ἀχάριστα καταθέμενος ἤθη τὰς χάριτας. ἀνοίας οὖν ἐστι τῆς ἐμῆς τοῦτο καὶ οὐ τῆς ὑμετέρας ἐλευθερίας. ἐγὼ μὲν δὴ τὰ πρὸς ὑμᾶς εἶναι πειράσομαι τοῦ λοιποῦ συνετώτερος· ὑμῖν δὲ οἱ θεοὶ τῆς εἰς ἡμᾶς εὐνοίας καὶ τιμῆς, ἣν ἐτιμήσατε δημοσίᾳ, τὰς ἀμοιβὰς ἀποδοῖεν.