Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
2 Ὅ γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλεον ἐν αὑτῷ τῶν ἀριθμῶν περιγράφων, μάθοι ἄν τις θεωρῶν τῇδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν ὁ λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκεῖσθαι, οὐδὲ ὡς ἀρχήν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον· τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα. ἐγὼ δ’ ἄν, εἰ καὶ τολμηρότερος ὁ λόγος ἐστί, φαίην ὅμως· ἀρχῆς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιντο. πολλῷ γε μὴν οἶμαι δικαιότερον τῷ ἀρτίῳ μᾶλλον ἢ τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσκεῖσθαι. ὁ μὲν γὰρ εἷς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐκ ἔχων ὅτου περιττὸς γένοιτο· ἡ δὲ τῆς δυάδος συζυγία τίκτει διπλῆν τὴν περιττότητα, κἀκ τῶν δυοῖν ἀριθμῶν ὁ τρίτος εἰκότως εἰς αὔξησιν ἔρχεται. πάλιν τε ἐν τῇ τῆς ἑτέρας δυάδος μίξει τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως ἡ πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἑκατέρου περιττότητα φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περικλείεται. δεδομένου δὴ τούτου, φαίην ἂν, οἶμαι, τῆς πρώτης δεκάδος τὴν εἰς αὑτὴν περιφέρειαν ἀνακυκλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἑνὶ τὴν αὔξησιν ἂν εἰς δέκα συντείνειν, πάλιν δ’ αὖ τὴν δεκάδα δι’ αὑτῆς ἀνιοῦσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. κἀντεῦθεν αὖ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἠρεμοῦντος, εἰ μή τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὖθις ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρᾳ πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον κατακλείσῃ, καὶ τὸ τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἑρπύσῃ, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. δοκεῖ δέ μοι καὶ Ὅμηρος οὐχ ἁπλῶς οὐδὲ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Διὶ περιθεῖναι, ἀλλά τινι κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα τῷ τελεωτάτῳ θεῷ τὸν τελεώτατον ἀριθμὸν περιάψειε καὶ ᾧ μόνῳ παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ἢ ὅτι τὸν ξύμπαντα κόσμον, ὃν εἰς αἰγίδος σχῆμα τῷ τῆς εἰκόνος περιφερεῖ ξυνείληφεν, οὐκ ἄλλος πως ἢ ὁ τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ κατὰ κύκλον ἑκατοντάδι τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. ὁ δ’ αὐτὸς λόγος οὗτος καὶ τὸν ἑκατοντάχειρα, τὸν Βριάρεω, καθίζει πάρεδρον τῷ Διί, καὶ πρὸς τὴν τοῦ πατρὸς ἁμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελέῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδούς. καὶ μὴν καὶ Πίνδαρος ὁ Θηβαῖος τὴν ἀναίρεσιν τὴν Τυφωέως ἐν ἐπινικίοις κηρύττων καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατύνει τὴν ὑπερβολὴν ἢ ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἑνὶ βλήματι καθελεῖν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ἢ ὃν ἡ μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὥπλισεν, οὔτε ἑτέρου τινὸς θεῶν ἢ μόνου Διὸς ἀξιονικοτέρου πρὸς τὴν τοῦ τοσούτου γίγαντος καθαίρεσιν ὄντος. Σιμωνίδῃ δὲ ἄρα τῷ μελικῷ πρὸς τὴν Ἀπόλλωνος εὐφημίαν ἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντ’ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι, διότι τὸν Πύθωνα, τὸν δράκοντα, βέλεσιν ἑκατόν, ὥς φησιν, ἐχειρώσατο, καὶ μᾶλλον αὐτὸν Ἕκατον ἢ Πύθιον χαίρειν προσαγορευόμενον, οἷον ὁλοκλήρου τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. ἥ γε μὴν τὸν Δία θρεψαμένη νῆσος, ἡ Κρήτη, καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν ἐπαινεῖ Ὅμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἦν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρήπιδας καὶ τοὺς ἑκατονταδόχους ἀνδρῶνας καὶ τὰς ἀρούρας δὲ τὰς ἑκατονταπλέθρους καὶ ὅσα ἄλλα θεῖά τε καὶ ἀνθρώπινα τῇ τοῦ ἀριθμοῦ τοῦδε προσηγορίᾳ συνείληπται. ὅ γε μὲν ἀριθμὸς οὗτος οἶδε καὶ στρατιωτικὴν ὁμοῦ καὶ εἰρηνικὴν τάξιν κοσμῆσαι, καὶ φαιδρύνει μὲν τὴν ἑκατόντανδρον λοχαγίαν, τιμᾷ δὲ ἥδε καὶ δικαστῶν ἐς τὸ ἴσον ἥκουσαν ἐπωνυμίαν. καί με καὶ πλείω τούτων ἔχοντα λέγειν ὁ τῆς ἐπιστολῆς ἐπιστρέφει νόμος· σὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ, διότι καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηται. καὶ εἰ μὲν ἔχει μέτριον ἐπὶ σοὶ κριτῇ κάλλος τὸ ἐγχείρημα, πάντως καὶ πρὸς τοὺς ἄλλους ἔκφορον ἔσται, τῆς παρὰ σοῦ ψήφου τὴν μαρτυρίαν δεξάμενον· εἰ δὲ χειρὸς ἑτέρας προσδεῖται πρὸς τὸ τοῦ σκοποῦ συμπλήρωμα, τίς ἂν σοῦ κάλλιον εἰδείη τὴν γραφὴν εἰς κάλλος ἀκριβώσας πρὸς τὴν τῆς θέας ἡδονὴν ἀπολεᾶναι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme