13
Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον εἰκός ἐστι ῥᾷον καὶ ἐνεργέστερον δι’ αὐτῆς χωρεῖν τῶν θεῶν τὸ ὄμμα. θέα δὲ τὴν φιλανθρωπίαν τοῦ θεοῦ γάνυσθαι φάσκοντος τῇ τῶν εὐσεβῶν ἀνδρῶν διανοίᾳ ὅσον Ὀλύμπῳ τῷ καθαρωτάτῳ. πῶς ἡμῖν οὗτος οὐχὶ καὶ ἀνάξει τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ζόφου καὶ τοῦ Ταρτάρου μετ’ εὐσεβείας αὐτῷ προσιόντων; οἶδε μὲν γὰρ καὶ τοὺς ἐν τῷ Ταρτάρῳ κατακεκλεισμένους· οὐδὲ γὰρ ἐκεῖνα τῆς τῶν θεῶν ἐκτὸς πίπτει δυνάμεως· ἐπαγγέλλεται δὲ τοῖς εὐσεβέσι τὸν Ὄλυμπον ἀντὶ τοῦ Ταρτάρου. διόπερ χρὴ μάλιστα τῶν τῆς εὐσεβείας ἔργων ἀντέχεσθαι προσιόντας μὲν τοῖς θεοῖς μετ’ εὐλαβείας, αἰσχρὸν μηδὲν μήτε λέγοντας μήτε ἀκούοντας. ἁγνεύειν δὲ χρὴ τοὺς ἱερέας οὐκ ἔργων μόνον ἀκαθάρτων οὐδὲ ἀσελγῶν πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ ἀκροαμάτων τοιούτων. ἐξελατέα τοίνυν ἐστὶν ἡμῖν πάντα τὰ ἐπαχθῆ σκώμματα, πᾶσα δὲ ἀσελγὴς ὁμιλία. καὶ ὅπως εἰδέναι ἔχῃς ὃ βούλομαι φράζειν, ἱερωμένος τις μήτε Ἀρχίλοχον ἀναγινωσκέτω μήτε Ἱππώνακτα μήτε ἄλλον τινὰ τῶν τὰ τοιαῦτα γραφόντων. ἀποκλινέτω καὶ τῆς παλαιᾶς κωμῳδίας ὅσα τῆς τοιαύτης ἰδέας· ἄμεινον μὲν γάρ· καὶ πάντως πρέποι δ’ ἂν ἡμῖν ἡ φιλοσοφία μόνη, καὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας, ὥσπερ Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης οἵ τε ἀμφὶ Χρύσιππον καὶ Ζήνωνα. προσεκτέον μὲν γὰρ οὔτε πᾶσιν οὔτε τοῖς πάντων δόγμασιν, ἀλλὰ ἐκείνοις μόνον καὶ ἐκείνων, ὅσα εὐσεβείας ἐστὶ ποιητικὰ καὶ διδάσκει περὶ θεῶν πρῶτον μὲν ὡς εἰσίν, εἶτα ὡς προνοοῦσι τῶν τῇδε, καὶ ὡς ἐργάζονται μὲν οὐδὲ ἓν κακὸν οὔτε ἀνθρώπους οὔτε ἀλλήλους φθονοῦντες καὶ βασκαίνοντες καὶ πολεμοῦντες, ὁποῖα γράφοντες οἱ μὲν παρ’ ἡμῖν ποιηταὶ κατεφρονήθησαν, οἱ δὲ τῶν Ἰουδαίων προφῆται διατεταμένως συγκατασκευάζοντες ὑπὸ τῶν ἀθλίων τούτων τῶν προσνειμάντων ἑαυτοὺς τοῖς Γαλιλαίοις θαυμάζονται.