Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
17 Εἰ μὲν οὖν ἦμεν αὐτοψυχαὶ μόναι, τὸ σῶμα δὲ πρὸς μηδὲν ἡμῖν διώχλει, καλῶς ἂν εἶχεν ἕνα τινὰ τοῖς ἱερεῦσιν ἀφορίζειν βίον· ἐπεὶ δὲ οὐχ ἱερεῦσιν ἁπλῶς, ἀλλὰ καὶ τῷ ἱερεῖ προσήκει μόνον, ὃ δὴ κατὰ τὸν καιρὸν τῆς λειτουργίας ἐπιτηδευτέον, τί δὲ τῷ ἱερατεύειν ἀνθρώπῳ λαχόντι συγχωρητέον, ὅταν ἐκτὸς ᾖ τῆς ἐν τοῖς ἱεροῖς λειτουργίας; οἶμαι δὲ χρῆναι τὸν ἱερέα πάντων ἁγνεύσαντα νύκτα καὶ ἡμέραν, εἶτα ἄλλην ἐπ’ αὐτῇ νύκτα καθηράμενον οἷς διαγορεύουσιν οἱ θεσμοὶ καθαρμοῖς οὕτως εἴσω φοιτῶντα τοῦ ἱεροῦ μένειν ὅσας ἂν ἡμέρας ὁ νόμος κελεύῃ. τριάκοντα μὲν γὰρ αἱ παρ’ ἡμῖν εἰσιν ἐν Ῥώμῃ, παρ’ ἄλλοις δὲ ἄλλως. εὔλογον οὖν οἶμαι μένειν ἁπάσας ταύτας τὰς ἡμέρας ἐν τοῖς ἱεροῖς φιλοσοφοῦντα, καὶ μήτε εἰς οἰκίαν βαδίζειν μήτε εἰς ἀγοράν, ἀλλὰ μηδὲ ἄρχοντα πλὴν ἐν τοῖς ἱεροῖς ὁρᾶν, ἐπιμελεῖσθαι δὲ τῆς περὶ τὸ θεῖον θεραπείας αὐτὸν ἐφορῶντα πάντα καὶ διατάττοντα, πληρώσαντα δὲ τὰς ἡμέρας εἶτα ἑτέρῳ παραχωρεῖν τῆς λειτουργίας. ἐπὶ δὲ τὸν ἀνθρώπινον τρεπομένῳ βίον ἐξέστω καὶ βαδίζειν εἰς οἰκίαν φίλου καὶ εἰς ἑστίασιν ἀπαντᾶν παρακληθέντα, μὴ πάντων, ἀλλὰ τῶν βελτίστων· ἐν τούτῳ δὲ καὶ εἰς ἀγορὰν παρελθεῖν οὐκ ἄτοπον ὀλιγάκις, ἡγεμόνα τε προσειπεῖν καὶ ἔθνους ἄρχοντα, καὶ τοῖς εὐλόγως δεομένοις ὅσα ἐνδέχεται βοηθῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme