Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
19 Τοῖς ἀσελγέσι τούτοις θεάτροις τῶν ἱερέων μηδεὶς μηδαμοῦ παραβαλλέτω μηδὲ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυτοῦ· πρέπει γὰρ οὐδαμῶς. καὶ εἰ μὲν οἷόν τε ἦν ἐξελάσαι παντάπασιν αὐτὰ τῶν θεάτρων, ὥστε αὐτὰ πάλιν ἀποδοῦναι τῷ Διονύσῳ καθαρὰ γενόμενα, πάντως ἂν ἐπειράθην αὐτὸ προθύμως κατασκευάσαι. νυνὶ δὲ οἰόμενος τοῦτο οὔτε δυνατὸν οὔτε ἄλλως, εἰ καὶ δυνατὸν φανείη, συμφέρον ἂν αὐτὸ γενέσθαι, ταύτης μὲν ἀπεσχόμην παντάπασι τῆς φιλοτιμίας· ἀξιῶ δὲ τοὺς ἱερέας ὑποχωρῆσαι καὶ ἀποστῆναι τῷ δήμῳ τῆς ἐν τοῖς θεάτροις ἀσελγείας. μηδεὶς οὖν ἱερεὺς εἰς θέατρον εἰσίτω, μηδὲ ἐχέτω φίλον θυμελικὸν μηδὲ ἁρματηλάτην, μηδὲ ὀρχηστὴς μηδὲ μῖμος αὐτοῦ τῇ θύρᾳ προσίτω· τοῖς ἱεροῖς ἀγῶσιν ἐπιτρέπω μόνον τῷ βουλομένῳ παραβάλλειν, ὧν ἀπηγόρευται μετέχειν οὐκ ἀγωνίας μόνον, ἀλλὰ καὶ θέας ταῖς γυναιξίν. ὑπὲρ δὲ τῶν κυνηγεσίων τί δεῖ καὶ λέγειν, ὅσα ταῖς πόλεσιν εἴσω τῶν θεάτρων συντελεῖται, ὡς ἀφεκτέον τούτων ἐστὶν οὐχ ἱερεῦσι μόνον, ἀλλὰ καὶ παισὶν ἱερέων;
20 Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλόν, ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. ἐγώ φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς τοῦτο μηδ’ ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πρᾳότητα λεληθὼς οὐ διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. κἂν πένης οὖν ᾖ τις δημότης ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς ἀποδεικνύσθω. δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδίδωσι προθύμως, εὖ ποιεῖν ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme