Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
21 Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον. ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ̓, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι διὰ τῆς λεγομένης παρ’ αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ’ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα.

Πρίσκῳ

1 Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δοὺς αὐτῷ φέρειν ἐπιστολὰς πρὸς σέ, καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, εἰς πλείονα χρόνον. ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μὴ τὴν τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης. ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ᾖ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ ὄμνυμί σοι τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα, ὅτι διὰ τοῦτο ζῆν εὔχομαι, ἵν’ ὑμῖν τι χρήσιμος γένωμαι. τὸ δὲ ὑμῖν ὅταν εἴπω, τοὺς ἀληθινούς φημι φιλοσόφους, ὧν εἶναί σε πεισθεὶς οἶσθα πῶς ἐφίλησα καὶ φιλῶ καὶ ὁρᾶν εὔχομαι. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειε πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. τὴν ἱερὰν Ἱππίαν καὶ τὰ παιδία ὑμῶν προσαγορεύω.

Πρίσκῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme