Thesauros Literature rhetoric Epistulae

Epistulae

Epistulae Julian Emperor of Rome 331-363
1 Περὶ τοῦ τὴν σὴν ἀγαθότητα πρός με ἥκειν, εἴπερ διανοῇ, νῦν σὺν τοῖς θεοῖς βούλευσαι καὶ προθυμήθητι· τυχὸν γὰρ ὀλίγον ὕστερον οὐδὲ ἐγὼ σχολὴν ἄξω. τὰ Ἰαμβλίχου πάντα μοι τὰ εἰς τὸν ὁμώνυμον ζήτει· δύνασαι δὲ μόνος· ἔχει γὰρ ὁ τῆς σῆς ἀδελφῆς γαμβρὸς εὐδιόρθωτα. εἰ δὲ μὴ σφάλλομαι, καὶ σημεῖόν τί μοι, ἡνίκα τοῦτο τὸ μέρος ἔγραφον, ἐγένετο θαυμάσιον. ἱκετεύω σε, μὴ διαθρυλείτωσαν οἱ Θεοδώρειοι καὶ τὰς σὰς ἀκοάς, ὅτι ἄρα φιλότιμος ὁ θεῖος ἀληθῶς καὶ μετὰ Πυθαγόραν καὶ Πλάτωνα τρίτος Ἰάμβλιχος· εἰ δὲ τολμηρὸν πρὸς σὲ τὴν αὑτοῦ διάνοιαν φανερὰν ποιεῖν, ὡς ἕπεται τοῖς ἐνθουσιῶσιν, οὐ παράλογος ἡ συγγνώμη· καὶ αὐτὸς δὲ περὶ μὲν Ἰάμβλιχον ἐν φιλοσοφίᾳ, περὶ δὲ τὸν ὁμώνυμον ἐν θεοσοφίᾳ μέμηνας. καὶ νομίζω τοὺς ἄλλους, κατὰ τὸν Ἀπολλόδωρον, μηθὲν εἶναι πρὸς τούτους. ὑπὲρ δὲ τῶν Ἀριστοτέλους συναγωγῶν ἃς ἐποιήσω, τοσοῦτόν σοι λέγω· πεποίηκάς με ψευδεπίγραφον εἶναί σου μαθητήν· ὁ μὲν γὰρ Τύριος Μάξιμος ἓξ βιβλίοις με τῆς Πλατωνικῆς λογικῆς ὀλίγα μυεῖν εἶχε, σὺ δέ με δι’ ἕνος βιβλίου τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐποίησας ἴσως δὴ καὶ βάκχον, ἀλλ’ οὖν γε ναρθηκοφόρον. εἰ δὲ ἀληθῆ λέγω, παραγενομένῳ σοι πολλὰ πάνυ τοῦ πέρυσιν χειμῶνος ἐξελέγξει πάρεργα.

Εὐμενίῳ καὶ Φαριανῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme